no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 1536.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ὡς ἂν ἀναγνῶις τὴν ἐπιστολήν, ἀπόστειλον εἰς Πτολεμαίδα τά τε ἁρμάτια καὶ τὰ λοιπὰ βαδιστικὰ πορεῖα καὶ τὰς νωτοφόρους ἡμιόνους ὥστε τοῖς παρὰ Παιρισάδου πρεσβευταῖς καὶ τοῖς ἐξ Ἄργους θεωροῖς οὓς ἀπέσταλκεν ὁ βασιλεὺς κατὰ θέαν τῶν κατὰ τὸν Ἀρσινοίτην. καὶ φρόντισον ἵνα μὴ καθυστερήσηι τῆς χρείας. ὅτε γὰρ ἐγράφομέν σοι τὴν ἐπιστολὴν ἀνεπεπλεύκεσανἀνεπεπλεύκεισαν ἤδη. ἔρρωσο. ἔτους λβ, Πανήμου κϛ, Μεσορὴ α. ἔτους λβ, Μεσορὴ α β, Ἀπολλώνιος Ζήνωνι. ὥρας ι. περὶ τῶν τοῖς παρὰ Παιρισάδου καὶ Ἀργείοις πρεσβευταῖς πορείων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.