no image
DDbDP-text
Letter from Zoilos to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 749.
Each record below describes this same ancient text from a different angle.
Ζωίλος Ζήνωνι χαίρειν. εἰ Ἀπολλώνιός τε ἔρρωται καὶ σὺ καὶ οὓς βούλει, γίνεται ὡς ἡμεῖς ἂν βουλοίμεθα· ἱκανῶς δὲ καὶ αὐτοὶ εἴχομεν. καὶ καλῶς ἂν ποιήσαις γράψας πρὸς ἡμᾶς περὶ Ἀπολλωνίου, εἰ παρʼ ἡμῖν ἄγει τὴν ἑορτήν, ὅπως τὰ πρὸς τὴν παρουσίαν αὐτοῦ παρασκευασώμεθα καὶ μὴ ἐξαίφνης ἀπαράσκευοι καταληφθῶμεν. ἔρρωσο. ἔτους κθ, Μεσορὴ β. Ἀπολλωνίου. ἔτους κθ, Γορπιαίου ιϛ. Ζωίλου, εἰ Ἀπολλώνιος παρʼ αὐτῶι ἄξει τὰ Ἀρσινόεια. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.