no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 2374.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ἀπεστάλκαμέν σοι τῆς παρὰ Διονυσίου τοῦ οἰκονόμου ἐπιστολῆς τὸ ἀντί γραφον. κόμισον οὖν παρὰ Δημητρίου τὰ τρία τάλαντα. ἔρρωσο. ἔτους κη, Μεσορὴ Διονύσιος Ἀπολλωνίωι χαίρειν. καθάπερ σὺ ἡμῖν ἐπέστειλας δεδώκαμεν Δημητρίωι τῶι σῶι ὑπηρέτηι εἰς τὴν γινομένην σοι σύνταξιν κατὰ τὸ γραφὲν ἡμῖν παρὰ σοῦ σύμβολον τάλαντα γ, ἀπὸ τούτου ἀργυρίου τάλαντον α, χρυσίου τάλαντον α, καὶ χαλκοῦ εἰς ὀβολοὺς κε 𐅵 τοῦ στατῆρος τάλαντον α. ἔγραψα οὖν σοι ὅπως εἰδῆις. ἔρρωσο. ἔτους κη, Μεσορὴ Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.