no image
DDbDP-text
Letter to Zenon regarding an Audience with Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 1732.
Each record below describes this same ancient text from a different angle.
Ζήνων Πρωτογένης Ἀπολλωνίδης Ζήνωνι χαίρειν. ἡμεῖς ἀκούοντες τὴν εὔνοιαν ἣν εἰς ἅπαντας τοὺς συμπολίτας ἔχεις ἐπαινοῦμέν τέ σε καὶ ἡδέως ἂν προενετετεύχεμένπροενετετεύχειμέν σοι συνλαλῆσαι βουλόμενοι περί τε τῶν τῆι πόλει συμφερόντων καὶ αὑτῶν. ἐπεὶ δʼ οὐκ ἐγγεγένηται ἡμῖν θεκέναι τοὺς τρεῖς νομίζοντες ἐπιβάλ λειν σοι καθάπερ τοῖς λοιποῖς πολίταις τοῖς ἀπὸ τοῦ βελτίστου πολιτευομένοις φρον τίζειν τούτων παρακαλοῦμέν σε τήν τε ἐπιστολὴν ἣν δεδώκαμεν Ἀπολλω νίδει οὖσαν πᾶσιν ἡμῖν χρησίμην ἀποδοῦναι μετὰ Πυρρίου καὶ Ἀπολλωνίδου Ἀπολλωνίωι, καὶ ἐάν τι ἄλλο δύνηι συνεργῆσαι ἡμῖν ὅπως λόγου τύχωμεν εἰδὼς ἀκριβῶς ὅτι πορευθέντες εἰς τὴν ἰδίαν οὐκ ἀμνημονήσομεν τούτων ἀλλὰ τῶι τε δήμωι ἀντεμφανιοῦμεν ὥστε σοι φανερὸν γενέσθαι καὶ αὐτοὶ πειρασόμεθα χάριν ἀποδοῦναι. εὐτύχει. Ζήνων Πρωτογένης Ἀπολλωνίδης. ἔτους κθ Ξανδικοῦ. ἐνἐμ Μέμφει. ΖήνωνιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.