no image
DDbDP-text
Lease. Land via HGV-meta
Linked by Trismegistos ID
TM 19760.
Each record below describes this same ancient text from a different angle.
ἀπὸ κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Μηνᾶς γεωργὸς ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρʼ ὑμῶν ἐπὶ πενταετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν Θεῷ εἰσιούσηςδωδεκάτης ἰνδικτίονος τὴν ὑπάρχουσαν ὑμῖν ἄρουραν μίαν ἥμισυ ὄγδοον πλέω ἔλαττον ἄνυδρον διακειμένην ἐν τόπῳ καλουμένῳ Γξια ἐν πεδίοις κώμης εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἂν αἱρῶμαι ἑκάστης ἀρούρης γεωμετρίας φόρου καθʼ ἕκαστον ἐνιαυτὸν τῷ συμβρόχῳ σίτου ἀρτάβ καὶ τῷ ἀβρόχῳ ὃτο μὴ εἴη τοῦ τρίτου μέρους τοῦ προειρημένου φόρου, ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἀποδώσω καὶ μετρήσω ὑμῖν ἐν μηνὶ καὶ ἀποκαταστήσω τὸν αὐτὸν φόρον εἰς τὸν οἶκον ὑμῶν ἐν Ἑρμουπόλει ἰδίοις μου ζῴοις καὶ ἀναλώμασιν ἐν καιρῷ τῆς ἀποδόσεως τῶν δημοσίων καὶ μίαν ἀξίαν ἀργυρίου ταλάντων χιλίωνχειλίων καὶ τυρίατυροὺςτυρα εὐαρέστουςεὐαρεστα εἴκοσι καὶ καὶ ἀχύρου σιτίνου σαργάναςσιτίνους ἀρτάβαςἀρταρας δύο ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Μηνᾶς μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Θωμᾶς ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Ἀμμωνίου ἀπὸ Ἑρμοπόλεως μαρτυρῶ τῇ μισθώσειμισθώσεως ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Μηνᾶ συμβολαιογράφου Χοιὰκ χ Ἄπα Μηνᾶς γεωργὸς ἀπὸ κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.