no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19834.
Each record below describes this same ancient text from a different angle.
περὶ δαπάνης ἁμαλιτῶν ὀνομάτων γ ὄντων εἰς ὑπουργίαν τοῦ κτιζομένου ὁρρίου τοῦ Φοσσάτου. ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. ἓξ ἀρίθμια νομίσματα ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου ὑπὲρ τιμῆς τῶν ὑποτεταγμένων εἰδῶν δαπάνης ἁμαλιτῶν ὀνομάτων τρίων μηνῶν δύο ὄντων εἰς ὑπουργίαν τοῦ κτιζομένου ὁρρίου ἐν τῷ Φοσσάτῳ λόγῳ τοῦ παραδιδομένου γενήματος ἀπὸ τῆς κάτω χώρας ὑπὸ Σουφιαν βεν Ἁειαν καὶ Σωραειγ βεν Θεμιμ ἐπικειμένωνἐπικειμενους ἐπὶ τῆς παρούσης ἰνδικτίονος ἐνάτης καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι. — δεχόμενος οὖν τὰ παρόντα γράμματα πρὸς τὴν δύναμιν τῶν ἡμετέρων ἐνταγίων τὸ τοιοῦτο χρυσίον ἄνυσον καὶ πέμψον πρὸς τὸν ἀποκρισιάριόν σου. ἐγράφη μηνὸς Παῦνι α ἰνδικτίονος θ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὸς Ἐπὶφ λ ἠνέχθηἠνήχθη διὰ Ματοι στρατιώτου περὶ δαπάνης ἁμαλιτῶν ὀνομάτων γ εἰς ὑπουργίαν ὁρρίου τοῦ ΦοσσάτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.