no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19820.
Each record below describes this same ancient text from a different angle.
περὶ εἰδῶν αὐλῆς τοῦ Ἀμιραλμουμνιν Arabic ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. ἡμῶν ἐγκυψάντων εἰς τὰ διασταλέντα εἴδη διὰ τῆς διοικήσεώς σου λόγῳ τῆς κτιζομένης αὐλῆς τοῦ Ἀμιραλμουμνιν ὑπὸ Ἰαειε βεν Ἀνδαλα ηὕρομεν τὴν διοίκησίν σου λοιπαζομένην τὰ ἐν τῇ ὑποτεταγμένῃ γνώσει. δεχόμενος οὖν τὰ παρόντα γράμματα ἔκπεμψον μετὰ πάσης συντομίας τὰ λοιπασθέντα διὰ τῆς διοικήσεώς σου μὴ ὑστερῶν ἐξ αὐτῶν τι τὸ σύνολον μήτε μὴν πέμπων τι ἐκ τῶν φοινικοδοκίων εἰ μή τι ποιοῦντα εἰς στέγασιν μεγάλων οἰκημάτων, ἀπὸφοινικοδοκίων πηχῶν δέκα καὶ ἄνω. ἔσῃ δὲ ἐπιστάμενος ὡς σοῦ μὴ πέμποντός τι ἐκ τῶν τοιούτων φοινικοδοκίωνφοινοκοδοκίων ἃ ποιεῖ τττ ὅσονὁσο γεγραφήκαμέν σοι ἐν τοῖς παροῦσι γράμμασιν οὐ μὴ τοῦτο δέξονται ἔκ σου οὔτε τοῦτο ἀφορμαζόμεθά σοι. καὶ γὰρ οὐκ ἔχεις τὴν οἵαν οὖν ἀφορμὴν περὶ τῶν φοινικοδοκίων. μὴ δεήθῃς οὖν ἑτέρων ἡμῶν γραμμάτων τούτου χάριν ἐὰν ἔχεις φρέναςφραίνας καί ἐστι ἐν σοὶ ἀγαθόν. ἐγράφη μηνὸς Μεσορὴ κϛ ἰνδικτίονος θ ἐν ἰνδικτίονι η φοινικοδόκια σχιστὰ ιβ βάϊα Α ἐν ἰνδικτίονι θ φοινικοδόκια σχιστὰ θ Αφ γίνεται φοινικοδόκια σχιστὰ κα βάϊα Βφ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὸς Θὼθ θ ἰνδικτίονος θ ἠνέχθηἠνήχθη διʼ Ἀβου Σουφουαν βερεδαρίου περὶ λοιπαδαρίων εἰδῶν αὐλῆς τοῦ ἈμιραλμουμνινSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.