no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19814.
Each record below describes this same ancient text from a different angle.
Arabic ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. ἡ σύστασιςσίστασις καὶ διόρθωσις καὶ συμπλήρωσις τῶν δημοσίων τῆς χώρας μετὰ τὴν τοῦ Θεοῦ ὑπουργίαν ἐστὶ τοῦ εἶναι τὸν ἐπικείμενον τῆς παγαρχίας ητον ἀόκνως δεχόμενον τὰς προσελεύσεις πάντων τῶν τῆς διοικήσεως αὐτοῦ καὶ ἀπονέμοντα ἑκάστῳ μετὰ τοῦ φόβου τοῦ Θεοῦ τὸ δίκαιον αὐτοῦ οὐ μὴν ἀλλὰ καὶ πειρώμενονπειρῶντα ἐξισῶσαι τὸν μοιρασμὸν διʼ οὗπερ διαστέλλονται τὰ ἐκστραόρδινα καὶ ἀγγαρεῖαι τοῦ δημοσίου. δεχόμενος οὖν τὰ παρόντα γράμματα ἀποσχόλασον σεαυτὸν τοῖς τῆς διοικήσεώς σου εἰς τὸ ἀκοῦσαι τὰ παρʼ αὐτῶν λεγόμενα καὶ κρῖναι ἑκάστῳ τὸ δίκαιον μὴ ἀποκλείων σεαυτὸνεαυτὸν καὶ παρεῶν αὐτοὺς ιτους. σύνταξον δὲ τοὺς μείζονας καὶ πρωτεύοντας ἑκάστου χωρίου καὶ παράγγειλον αὐτοῖς ἐπιλέξασθαι ἀνθρώπους πιστοὺς καὶ εἰδήμονας καὶ αὐτῶνκαὐτο͂ν ἐπιλεγομένωνἐπιλεγομένον ἐνωμότως ἐπίτρεψον αὐτοῖς διαστεῖλαι τὸν μοιρασμὸν ἑκάστου χωρίου πρὸς δύναμιν παρασκευάζων παρευρεθῆναι σεαυτὸν πιστὸν ἐπίσκοπον τῆς παγαρχίας καὶ ἐνωμότωςἐνομώτως ποιῆσαι τὸν τοιοῦτον μοιρασμὸν καὶ τούτου τελειουμένου ἀπόστειλον πρὸς ἡμᾶς ποιῶν μὲν τοιοῦτο ἴσον καὶ κρατῶν παρὰ σοὶ γράφων ἡμῖν την ὀνομασίαν καὶ πατρωνυμίαν καὶ κατὰ χωρίον τῶν ποιησάντων τὸν τοιοῦτον μοιρασμόν. — ἔσῃ γὰρ ἐπιστάμενος ὡς ἐὰν εὕρωμεν παντοῖον χωρίον βαρεθὲν ὑπὲρπαρὰ δύναμιν ἢ καὶ ἐλαφρωθὲν παρʼ ὃ ἦν δίκαιον ἐκταγῆναι αὐτοὺς ἢ καὶ ἀδυνατήσῃ χωρίον δοῦναι πρὸς τὴν ἐκταγὴν τη ἐν τῷ γεναμένῳ νῦνι παρʼ αὐτῶν μοιρασμῷ ἀποδίδομεν τοῖς διαστείλασιν μετὰ καὶ τοῦ ἐπισκόπου ἐπεξέλευσιν ἣν οὖ δύνανται ὑπενέγκαι ζημιοῦντες αὐτοὺς εἴ τι ἀδυνατήσῃ τὸ τοιοῦτο χωρίον καὶ μὴ εὕρῃ δοῦναι. λοιπὸν ἀνάγνωθι αὐτοῖς τὰ παρόντα γράμματα ἡμῶν προμαρτυρόμενος αὐτοὺς εἰς τὸ σχεῖν τὸν φόβον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν καὶ ἀπροσωπολήμπτωςἀπαραλήμπτως διαστεῖλαι τὸν ῥηθέντα μοιρασμόν. μὴ ἀποστείλῃς δὲ αὐτὸν πρὸς ἡμᾶς ἄχρις ἂν ἐγκύψῃς ἐν αὐτῷ καὶ εἰ μὲν ἐφύλαξανἐφείλαξανἐφεῖλξαν τὸ δίκαιον καὶ τὴν ἰσότητα γράψῃς ἡμῖν περὶ τούτου. εἰ δὲ καὶ πάλιν εὕρῃς αὐτοὺς ἐλαφρώσαντας ἢ καὶ βαρέσαντας ὡσαύτως πάλιν γράψῃς πρὸς ἡμᾶς τὸ πῶς διεγένοντο. ἐγράφη μηνὸς Φαρμοῦθι κ ἰνδικτίονος η Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὸς Παχὼν ἰνδικτίονος θ ἠνέχθηἠνηχ διὰ Οὐβεειδ βερεδαρίου περὶ τοῦπ μοιρασμοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.