no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22784.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βασιλείας τῶν θειοτάτων καὶ γαληνοτάτων καὶ θεοσ τεφῶν ἡμῶν δεσποτῶν Φλαυίων Ἡρακλείου καὶ Ἡρακλείου Νέου Κωνσταντίνου τῶν αἰωνΐων Αὐγούστων Αὐτοκρατόρων καὶ μεγίστων εὐεργετῶν ἔτους εἰκοστοῦ τρίτου Θὼθ δεκάτῃ ἑβδόμης ἰνδικτίονος. Αὐρηλίῳ Δανιηλίῳ γεωργῷ υἱῷ τοῦ μακαρίτου Χριστοδώρου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ἰωσηφίου υἱοῦ Παύλου ἐκ μητρὸς Μάρθας γεωργοῦ ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ πρὸς μόνον ἐνιαυτὸν ἤτοι καρπῶν τῆς σὺν θεῷ εἰσιούσης ὀγδόης ἰνδικτίονος καὶ μόνης τὰς διαφερούσας σοι ἀρούρας τρεῖς σπορίμης γῆς πεπληρωμένωνπεπλήρωμαι τῶν ἑξήκοντα τεσσάρων ἁμμάτων τῷ δικαίῳ σχοινίῳαιω ἑκάστης ἀρούρης διακειμένας ἐν γεωργίῳ λεγομένῳλεγωμένῳ Τβῶτε ἐν πεδιάδι κώμης Θύνεως καὶ ὑπὸ τὴν ταύτης παραφυλακὴν τοῦ Ἑρμουπολίτου νομοῦ μετὰ τοῦ μέρουςμέρος αὐτῶν τοῦ ἐκεῖσε λάκκου καὶ κυκλευτηρίου καὶ βουστασίου καὶ παντὸς δικαίου εἰς σπορὰνπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαιἑλῶμαι φόρου σίτου ἀρταβῶν δεκαπέντε γίνονται σίτου ἀρτάβαι ιε ὅνπερ φόρον νέον καλὸν καθαρὸν κεκοσκινευμένον μέτρῳ σῷ Ἀθηναίῳ ἀπο δώσω καὶ ἀποκαταστήσω σοι εἰς τὸν οἶκόν σου ἐν Ἑρμουπόλει ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι ἐν τῷ Ἐπεὶφ μηνὶ τῆς αὐτῆς ἰνδικτίονος. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωσήφιος υἱὸς Παύλου αν vestiges ορ vestiges Ἰωσηφίου υἱοῦ Παύλου γεωργοῦ ἀπὸ ευφSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.