no image
DDbDP-text
Lease. Land via HGV-meta
Linked by Trismegistos ID
TM 19706.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαυΐου Ὀλυβρίου τοῦ ἐνδοξοτάτου Παῧνι ιθ ἕκτης ἰνδικτίονος. Φλαυίῳ Πανολβίῳ τῷ λαμπροτάτῳ καὶ αἰδεσίμῳ πολιτευομένῳ τῆς Ἀνταιοπολίτου υἱῷ τοῦ τῆς μεγαλοπρεποῦς μνήνης Ἰωάννου πολιτευσαμένου Αὐρήλιος Ἴσακος ἐκ πατρὸς Ψενθαησίου ου ἐκ μητρὸς Ἐλισαβὲτ ποιμὴν ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς λαμπρότητος πρὸς ὃν γεωργῶ χρόνονχρονων τὸ γεώργιον τοῦ εὐδοκιμωτάτου Μεγάλου υἱοῦυιω τοῦ τῆς μακαρίας καὶ λαμπροτάτης μνήμης Δίου τὰς ὑπαρχούσαςαπαρχουσας αὐτῇ ἑπτὰ ἀρούρας ἀνΰδρου γῆς διακειμένης ἐν πεδιάδι κώμης Φθλᾶ ἐν κλήρῳπεδίῳ Πιασὲ λεγομένας Πια Σαραπάμμωνοςσαραπαμμονος τοῦ προκειμένου κτήματος ἐφʼ ᾧ με ταύτας καταθεῖναι ἐν οἷς βούλομαι γενήμασιν ἰδίοις μου ἀναλώμασι καὶ διδόναι τὸν φόρον ἀπὸ καρπῶν τῆς εὐτυχῶς ἐσομένης σὺν Θεῷ ἑβδόμης ἰνδικτίονος καὶ τοῦ ἑξῆς χρόνου ἐπʼ ἀποτάκτῳ ἐν τελείῳ καὶ ἀβροχικῷ ὃ μὴμοι εἴη τῶν αὐτῶν ἑπτὰ ἀρουρῶν σίτου ἀρτάβας δέκα καὶ κριθῶν ἀρτάβας δέκα μέτρῳ σῷ φορικῷ ἀναμφιλόγως. ἡ μίσθωσις κυρία καὶ βεβαίαβαβαια καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰσὰκ ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Θωμᾶς πρεσβύτερος ἀπὸορ κώμης Θμονέχθη ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. διʼ ἐμοῦ Ψάτου ἐγράφη .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.