no image
DDbDP-text
Gestellungsbürgschaft via HGV-meta
Linked by Trismegistos ID
TM 22360.
Each record below describes this same ancient text from a different angle.
Φλαυίοις Ἰσιδώρῳ καὶ Θεοδώρῳ ἀπὸ φ τάξεως ἡγεμονίας Θηβαίδος Αὐρήλιος Σιλβανὸς ἐξάκτωρ Ὑψηλίτου χαίρειν. ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν δεσποτῶν ἡμῶν καλλινίκων αἰωνίων Αὐγούστων ἐγγυᾶσθαι ἑκουσίως καὶ αὐθαιρέτῳ γνώμῃ Αὐρηλίους Ἡρακλια νὸν Ἡραίου διὰ Ἡραίου πατρὸς καὶ Θεόδωρον Ἀμμωνίου διʼ Ἀμμωνίου πατρὸς ἀπὸ κεφαλαιωτῶν ιβ ἐπινεμήσεως καὶ Αἰβούτιον Χαιρήμονος διὰ Χαιρήμονος πατρὸς ἀπὸ κεφαλαιωτῶν ιγ ἐπινεμή σεως ἐπὶ τῷ αὐτοὺς ἀπαντῆσαι εἰς τὴν ἡγεμονικὴν τάξιν καὶ τὴν ἐμφάνειαν ἑαυτῶν ποιήσασθαι καὶ μὴ ἀπολείπεσθαιἀπολίπεσθαιἀπογίνεσθαι ἕως πέρας ἐπιτεθῇπέρατος ἐπιτύχῃ τὸ κελευσθὲν ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Δομιττίου Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ἀρινθείου τοῦ λαμπροτάτου στρατηλάτου Μεσορὴ κδ. Αὐρήλιος Σιλβανὸς ὁ προκείμενος ἐγγυῶμαιἐνγυῶμαι τοὺς προκειμένους ἄνδρας καὶ παραστήσω ὡς πρόκειται. ἐνγυ ἐξάκτορος Σιλβανοῦ Ὑψηλίτου Ἡρακλιανὸν καὶ Θεόδωρον ιβ ἰνδικτίονος καὶ Αἰβούτιον ιγ ἰνδικτίονοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.