no image
DDbDP-text
Gestellungsversprechen via HGV-meta
Linked by Trismegistos ID
TM 22362.
Each record below describes this same ancient text from a different angle.
Φλαυίοις Ἰσιδώρῳ καὶ Θεοδώρῳ ὀφφικιαλίοις τάξεως ἡγεμονίας Θηβαίδος παρὰ Αὐρηλίου Θεοδώρου ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ τῶν αἰωνίων Αὐγούστων ἀπαντήσειν ἅμα ὑμῖν εἰς τὴν τάξιν καὶ τὴν ἐμφάνειαν τὴν ἐμαυτοῦ ποιήσασθαι τῷ δικαστηρίῳ κατὰ κέλευσινκελευσθεινντες τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Ἰουλίου Ἰουλιανοῦ ἀπὸ κεφαλαιωτῶν ια ἰνδικτίονος καὶ πᾶσαν χώραν ἐμοῦ τε καὶ τοῦ υἱοῦ μου ἀποπληρῶσαι Θεοδώρου, εἰ δὲ μὴ, ἔνοχος ἔσομαι τῷ θείῳ ὅρκῳ καὶ τῷ ἐπηρτημένῳ περὶ τούτου κινδύνῳ. Αὐρήλιος Θεόδωρος ὁ προκείμεινος ἐγγυῶμαι καὶ ὤμοσα τὸν θεῖον ὅρκον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Μοδέστου καὶ Ἀρινθέου τῶν λαμπροτάτων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.