no image
DDbDP-text
Gestellungsbürgschaft via HGV-meta
Linked by Trismegistos ID
TM 22358.
Each record below describes this same ancient text from a different angle.
Φλαυίοις Ἰσιδώρῳ καὶ Θεοδώρῳ ὀφφικιαλίοις τάξεως ἡγεμονίας Θηβαίδος Αὐρήλιος Ἀπόλλων ῥιπάριος τῆς Ὑψηλιτῶν πόλεως χαίρειν. ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν δεσποτῶν ἡμῶν καλλινίκων αἰωνίων Αὐγούστων ἑκουσίως καὶ αὐθαιρέτῳ γνώμῃ ἐγγυᾶσθαι Αὐρηλίους Ἀντίνοον Χαβρίου καὶ Αἰβούτιον Ἀμμωνίου ἀπὸ κεφαλαιωτῶν ια ἐπινεμήσεως καὶ Ἀμμωνῖνον Σιλβανοῦ καὶ Κάνωπον Ψάϊτος καὶ Ἀμμώνιον Χῶιν δὶα ΧῶινΧιχω πατρὸςτοὺς ε ἀπὸ κεφαλαιωτῶν ιδ ἐπινε μήσεως ἐπὶ τῷ αὐτοὺς ἀπαντῆσαι εἰςεἰς τὴν ἡγεμονικὴν τάξιν καὶ τὴν ἐμφάνειαν ἑαυτῶν ποιήσασθαι καὶ μὴ ἀπολείπεσθαιἀπολίπεσθαιἀπογίνεσθαι ἕως ἂν πέρας ἐπιτεθῇπερατωθῇ τὸ κελευσθέν, εἰ δὲ μὴ, ἐγὼ αὐτὸς τὴν χώραν αὐτῶν ἀποπληρώσωἀποπληρωσαι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Δομιττίου Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ἀρινθέου τοῦ λαμπροτάτου Μεσορὴ δ. Αὐρήλιος Ἀπόλλων ῥιπάριος ἐγγυῶμαι τοῦς προκειμένους καὶ πα ραστήσω ὡς πρόκειται. ἐγγύη τῶν ια καὶ ιδ κεφαλαιωτῶν τῆς Ὑψηλιτῶν διὰ Ἀπόλλωνος ῥιπαρίου τῆς αὐτῆς πόλεως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.