no image
DDbDP-text
Darlehns - Quittung via HGV-meta
Linked by Trismegistos ID
TM 22333.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας Φλαυίων Τατιανοῦ τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Συμμάχου τοῦ λαμπροτάτου ἀπὸ ἐπάρχων Παῦνι δ. Αὐρήλιος Ἑρμείας Σιλβανοῦ ἑξῆς ὑπογράφων ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης Αὐρηλίῳ Πούωνι ἐριοπώλῃ χαίρειν. ὁμολογῶ πεπλη ρῶσθαι παρά σου ὧν μοι χρεωστεῖς ἀργυρίου τάλαντα ων, περὶ ὧν ἐνέτυχον κατά σου τῇ ἐξουσίᾳ τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Ἀσκληπιάδου ἩσεχίουἈσκληπιάδου Ἡσυχίου καὶ οὐδένα λόγον ἔχω πρός σε περὶ τούτου καὶ πρὸς ἀσφάλειάν σου ἐξέδωκά σοι τήνδε τὴν διάλυσιν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἑρμείας Σιλβανοῦ ὁ προκείμενος ἐθέμην τὴν διάλυσιντειάλυσσιν καὶ οὐδένα λόγον ἔχω πρός σεσαι περὶ τούτου ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.