no image
DDbDP-text
Return of liturgical offices to riparii via HGV-meta
Linked by Trismegistos ID
TM 19673.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν ΔομιτίουΔομετίου Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαυίου Ἀρινθέου τοῦ λαμπροτάτου στρατηλάτου. Αὐρηλίοις Δωροθέῳ Σιλβανοῦ καὶ Ἀρτεμιδώρῳ Ἑρμίνου πολιτευομένοις ῥιπαρίοις Ἑρμουπολίτου παρὰ Αὐρηλίου Σιλβανοῦ Παχύμιος μητρὸς Τβήκιος ἀπὸ κώμης η τοῦ αὐτοῦ νομοῦ εἰρηνάρχου. ἀναδίδωμι καὶ εἰσαγγέλλω τοὺς ἑξῆς ἐγγεγραμμένους ἐκβολέαςἐκβολεις χωμάτων τῆς εὐτυχῶς εἰσϊούσης ιζ ἤτοι β ἰνδικτίονος ἀναβάσεως καρπῶν τῆς εὐτυχοῦς ιη ἤτοι γ ἰνδικτίονος ὄντας ἱκανοὺς καὶ ἐπιτηδείους καὶ εὐθέτους πρὸς τὸ ἐγχειρισθὲνἐνχιρισθὲν αὐτοῖς φρόντισμα κινδύνῳ ἐμοῦ τοῦ εἰρηνάρχου. εἰσὶ δέ· Ἁτρῆς Ὥρου Ἁτρῆς Κολλούθου οὕσπερ ἐγγυῶμαι καὶ παραστήσω ἀποπληροῦντας τὸτω ἐγχειρισθὲνἐγχιρισθὲν αὐτοῖς φρόντισμα ὑγιῶς καὶ πιστῶς εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι. ἐὰν δέ τις αὐτῶν ἀφυστερήσῃ καὶ μὴ παραστήσω ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστήσομαι καὶ ἐπερωτηθεὶς ὡμολ. Αὐρήλιος Σιλβανὸς ὁ προκείμενος εἰρήναρχος ἐπιδέδωκα. Αὐρήλιος Ἀμμώνιος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. διὰ ἐμοῦ Ἐπωνύχουχου ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.