no image
DDbDP-text
Return of liturgical officials to riparii via HGV-meta
Linked by Trismegistos ID
TM 19672.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Δομιτίου Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαυίου Ἀρινθέου τοῦ λαμπροτάτου στρατηλάτου. Αὐρηλίοις Δωροθέῳ Σιλβανοῦ καὶ Ἀρτεμιδώρῳ Ἑρμίνου πολιτευομέ νοις ῥιπαρίοις νομοῦ Ἑρμουπολίτου παρὰ Αὐρηλίου Κάστορος ΠαπνουθίουΠαπνουσίου μητρὸς Σοφίας εἰρηνάρχου ἀπὸ κώμης Τεμενκύρκεως Ποιμένων τοῦ αὐτοῦ νομοῦ. ἀναδίδωμι καὶ εἰσαγγέλλω τοὺς ἑξῆς ἐγγεγραμμένους ἐκβολέας τε χωμάτων καὶ χωματογραμματέαχωμογραμματέα καὶ ξυλομέτρην καὶ ἐργοδότην τῶνδε τῶν χωμάτων τῆς εὐτυχῶς εἰσϊούσης ιζ ἤτοι β νέας ἰνδικτίονος ἀναβάσεως καρπῶνκαρπως τῆς εὐτυχοῦς ιη ἤτοι γ ἰνδικτίονος ὄντας ἱκανοὺς καὶ ἐπιτηδείους καὶ εὐθέτους πρὸς τὸ ἐγχειρισθὲν αὐτοῖς φρόντισμα κινδύνῳ ἐμοῦ τοῦ εἰρηνάρχου. εἰσὶ δέ· ἐκβολεῖς· Ἀπολλώνιος Κολλούθου Παράμμων Σητιος Ὀννώφρις Εὐδαίμονος Λύτις Παλ χωματογραμματεὺςχωμογραμματεὺς· Ἴβοϊς Στεφάνου ξυλομέτρης· Ἡράκλειος Πεβῶτος ἐργοδότης· Λύτις Σιλβανοῦ φύλαξ Πορλᾶ τῆς δημοσίας ὁδοῦ· Πετβῆς Πήσιος οὕσπερ ἐγγυῶμαι καὶ παραστήσω ἀποπληροῦντας τὸ ἐγ χειρισθὲν αὐτοῖς φρόντισμα καθὼς προδεδήλωται ὑγιῶς καὶ πιστῶς εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι. ἐὰν δέ τις αὐτῶν ἀφυστερήσῃ καὶ μὴ παραστήσω ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστήσομαι καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.