no image
DDbDP-text
ὁμολογεῖ Δημήτριος Διονυσίου Μακεδὼν τῶν συων στρατιωτῶν Ἀγαθίνωι Πέρσῃ τῆς ἐπιγονῆς ὡς τὸ συνάλλαγμα ἀπέχειν παρʼ αὐτοῦ χαλκοῦ νομίσματος τάλαντα ἐννέα καὶ τοὺς τόκους ἐκ τούτωνων, τὸ ἐπιβάλλον αὐτῶι μέρος ὧν ἐδάνεισεν αὐτῷ τε καὶ Θέωνι Θέωνος τοῦ ὀγδόου καὶ τριακοστοῦ ἔτους Τῦβι πέμπτηι διάγων ἐν Ἀλεξανδρείᾳ ἐπὶ τῶν μνημόνων χαλκοῦ ταλάντων δεκαπέντε , καὶ μηθὲν ἐνκαλεῖν μηδʼ ἐνκαλέσειν μηδὲ ἐπελεύσεσθαι Δημήτριον Ἀγαθίνωι μηδὲ τοῖς παρʼ αὐτοῦ περὶ τοῦ δανείου τῶν δεκαπέντε ταλάντων μηδὲ περὶ μέρους αὐτῶν μηδὲ περὶ τόκων καθʼ ὁντινοῦν τρόπον ἀπʼ ἀλληλ εγγύης τοῦ δανείου τὴν δὲ πρᾶξιν εἶναι Δημητρίῳ παρὰ τοῦ Θέωνος τῶν λοιπῶν ταλάντων ἓξ ολονοδ. ἐὰν δὲ Δημήτριος παρα συγγραφῶν ἐπέλθῃ ἐπικαλῶν αὐτῷ περὶ τῶν προγεγραμμένων ἢ ἄλλος τις τῶν παρʼ αὐτοῦ, ἡ μὲν ἔφοδος αὐτῷ τε καὶ παντὶ τῷ περὶ τούτου ἐπελθόντι ἄκυρος ἔστω καὶ προσαποτεισάτω Δημήτριος Ἀγαθίνῳ ἐπίτιμον χαλκοῦ νο μίσματος τάλαντα εἴκοσι καὶ τὸ βλάβος καὶ εἰς τὸ βασιλικὸν τὸ ἴσον πλῆθος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.