no image
DDbDP-text
Quittung über die Rückzahlung eines Darlehens via HGV-meta
Linked by Trismegistos ID
TM 316207.
Each record below describes this same ancient text from a different angle.
κθ Ἀγαθόδωρος Θεοδώρῳ. ὁμολογία. ἔτους τρεισκαιδεκάτου μηνὸς ΠΠαχωνΠαυνι ἐνάτῃ καὶ εἰκάδι ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν. ὁμολογεῖ Ἀγαθόδωρος Ἀπολλοδδώρου Χαριτήσιος ἱππάρχης ἐπ' ἀνδρων Θεοδώρῳ αντος Μακεδόνι τῶν κατοίκων ἱππέων ὡς δὲ κατὰ τὸ δάνειονδάνηον συνήλλαξε Πέρσης τῆς ἐπιγονῆς με τὰ Ἡρακλείας τῆς τούτου γυναικὸς ἀπέχειν παρ’ αὐτῶν ἀργυρίου Πτολεμαικοῦ νομίσματος δραχμὰς καὶ τοὺς τόκους, τὸ δάνειονδάνηον, ὃ ἐδάνεισεν ὁ Ἀγαθόδωρος κατὰ συνγραφὴν δανδείου τὴν τεθεῖσαν διὰ τοῦ ἐν Ἀλεξανδρείᾳ τῶν μνημόνων ἀρχείου τοῦ ἔτους, μηνὸς Χοιακχ ι. καὶ μηθὲν ἐνκαλεῖν μηδ’ ἐνκαλέσειν μηδ’ ἐπελεύσεσ θαι τὸν Ἀγαθόδωρον μηδ’ ἄλλον ὑπὲρ αὐτοῦ τοῖς προγεγραμ μένοις μηδὲ τοῖς παρ’ αὐτῶν περὶ τοῦ προκειμένου δανείου μηδὲ περὶ μέρους μηδεμιᾷ παρευρέσει ἐξ ἀλληλενγύης μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐγγράπτου εἴ τε καὶ ἀγράφου τῶν ἐκ τῶν ἐπάνω χρόνων ἕως τῆς προκειμένης ἡμέρας. ἐὰν δ’ Ἀγαθόδωρος παρασυγγρα φῶν ἐπέλθῃ ἢ ἄλλος ὑπὲρ αὐτοῦ ἐπὶ Θεόδωρον ἢ ἐπὶ τὴν Ἡράκλειαν ἢ ἐπὶ τοὺς παρ’ αὐτῶν ἐνκαλῶν αὐτοῖς, τὰ μὲν διωμολογημένα κύρια ἔστω. ἡ δ’ ἐσομένη ἔφο δος καὶ ἔνκλησις ἄκυρος ἔστω καὶ προσαποτεισάτω Ἀγαθόδωρος ἢ ὁ ἐπελθὼν ὑπὲρ αὐτοῦ Θεοδώρῳ ἐπίτιμον ἀργυρίου ἐπισήμου Πτολεμαικοῦ νομίσματος δραχμὰς καὶ τὸ βλάβος καὶ εἰς τὸ βασιλικὸν τὸ ἴσον καὶ ἡ πρᾶξις ἔστω καθά περ ἐκ δίκης, καθότι ἑκὼν ὁ Ἀγαθόδωρος συνεχώρησεν. Ἀγαθόδωρος έτῶν ξε μέσος Θεόδωρος ἐτῶν μζ μείζων ἢ μέσοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.