no image
DDbDP-text
Quittance de remboursement d’un prêt de blé via HGV-meta
Linked by Trismegistos ID
TM 3103.
Each record below describes this same ancient text from a different angle.
ἔτους , Ὑπερβερεταίου β, Μεσορὴ β, ἐν Ἑρ μοῦ πόλει τῆς Θηβαΐδος. ὁμολογεῖ Ἄνδρων Πτολεμαίου Λίβυς τῶν Πατόκου κατοίκων ἱππέων Διονυσίωι Κεφαλᾶτος Πέρσηι ἀπέχειν παρʼ αὐτοῦ τὰς τεσσαράκοντα ἀρτάβας τοῦ στερεοῦ πυροῦ, τὸ δάνειον ὃ ἐδάνεισεν αὐτῶι κατὰ συγγραφὴν δανείου τὴν κειμένην διὰ τοῦ ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος ἀγορανομίου τοῦ ἑβδόμου ἔτους, Τῦβι ἑπτακαιδεκάτηι· καὶ μήτʼ αὐτὸν Ἄνδρωνα μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπελεύσεσθαι ἐπὶ Διονύσιον μηδʼ ἐ πὶ τοὺς παρʼ αὐτοῦ περὶ τοῦ προκειμένου δανείου οὗ ἀπέχει, μηδὲ περὶ μέρους αὐτοῦ, παρευρέσει μηδεμίᾳ· ἐὰν δὲ ἐπέλθῃ, ἥ τʼ ἔφοδος Ἄνδρωνι καὶ τῶι ὑπὲρ αὐτοῦ ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ προσαποτεισάτω Ἄνδρων Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ, καθʼ ὅτι ἂν ἐπέλθῃ, ἐπίτιμον χαλκοῦ τάλαντα δέκα καὶ τὸ βλάβος καὶ εἰς τὸ βασιλικὸν ἱερὰς ἀργυρίου Πτολεμαϊκοῦ νομίσματος δραχμὰς ἑκατὸν καὶ μηθὲν ἧσσον ἡ ὁμολογία ἥδε κυρία ἔστω. ὁμολογία Ἄνδρωνος πρὸς Διονύσιον ἀποχῆς δανείου πυροῦ ἀρταβῶν μ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.