no image
DDbDP-text
Novation via HGV-meta
Linked by Trismegistos ID
TM 3111.
Each record below describes this same ancient text from a different angle.
ἔτους ε, , ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος. ἐδάνεισεν Διοσκουρίδης Μακεδὼν Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου μητρὶ Δημητρίαι τῆι καὶ Σεναβέλλει Ἡλιοδώρου τοῦ καὶ Ἑριέως Περσίνηι, μετὰ κυρίου αὐτοῦ Διονυσίου τοῦ προγεγραμμένου, πυροῦ στερεοῦ ἀρτάβας ἑκατὸν τεσσαράκοντα δύο , ἃς προσωφειλήκασιν οἱ δεδανεισμένοι Διοσκουρίδει ἀπὸ συναλλαγμάτων αὐτῶι συνηρμένων ἅμα τῆι συγγραφῆι ταύτηι ἀναφερομένηι· τὸν δὲ πυρὸν ἄτοκον ἀποδότωσαν οἱ δεδανεισμένοι Διοσκουρίδει ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῧνι τοῦ πέμπτου ἔτους, πυρὸν στερεὸν νέον καθαρὸν ἄδολον μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ καταστησάτωσαν ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῶσι καθʼ ἃ γέγραπται, ἀποτεισά τωσαν οἱ δεδανεισμένοι Διοσκουρίδει ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας · καὶ ἡ πρᾶξις ἔστω Διοσκουρίδει καὶ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν συγγραφὴν ἔκ τε αὐτῶν τῶν δεδανεισμένων, καὶ παρʼ ἑνὸς καὶ παρʼ ἀμφοτέρων καὶ παρʼ ὁποτέρου οὗ ἂν αὐτῶν αἱρῆται, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθʼ ἅπερ ἐκ δίκης· ἔγγυοι ἀλλήλων τοῦ πυροῦ ἢ τῆς γεγραμμένης τιμῆς εἰς ἔκτεισιν αὐτοὶ οἱ δεδανεισμένοι· ἡ συγγραφὴ ἥδε κυρία ἔστω. vestiges ενSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.