no image
DDbDP-text
Quittance de remboursement du prêt de blé no. 25 via HGV-meta
Linked by Trismegistos ID
TM 3112.
Each record below describes this same ancient text from a different angle.
ἔτους , ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος. ὁμολογεῖ Πασίων ὃς καὶ Πᾶσις Πετενεφώτου Πέρσης ἑκατόντ αρχος τῆς Ἀσκληπιάδου ἡγεμονίας Ἀκωριτῶν Διονυσίωι τῶι καὶ Πλήνει Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου γυναικὶ Ἰσιδώραι τῆι καὶ Τάσιτι Ἑρμοφίλου τοῦ καὶ Παχόϊτος καὶ τῆι τοῦ προγεγραμμένου Διονυσίου μητρὶ Σαραπιάδι τῆι καὶ Σεναβέλλει Ἡλιοδώρου τοῦ καὶ Ἑριέως, ἀμφοτέραις Περσί ναις, μετὰ κυρίου αὐτοῦ Διονυσίου τοῦ καὶ συνδεδανεισμένου, ἀπέχειν παρʼ αὐτῶν τὰς ὀγδοήκοντα μίαν ἀρτάβας στερεοῦ πυροῦ, τὸ δάνειον ὃ ἐδάνεισεν αὐτοῖς κατὰ συγγραφὴν δανείου τὴν κειμένην διὰ τοῦ ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος ἀγορανομίου τοῦ ιδ τοῦ καὶ ια ἔτους, Χοιὰχ ϛ· καὶ μήτʼ αὐτὸν Πασίωνα μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπελεύ σεσθαι ἐπὶ Διονύσιον καὶ Ἰσιδώραν καὶ Σαραπιάδα μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῶν περὶ τοῦ προκειμένου δανείου οὗ ἀπέχει, μηδὲ περὶ μέρους αὐτοῦ, παρευρέσει μηδεμίαι· ἐὰν δὲ ἐπέλθηι ἥ τʼ ἔφοδος Πα σίωνι καὶ τῶι ἀεὶ ὑπὲρ αὐτοῦ ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ Πασίων τοῖς δεδανεισμένοις ἀποτεισάτω, καθʼ ὅτι ἂν ἐπέλθηι, ἐπίτιμον χαλκοῦ τάλαντα καὶ τὸ βλάβος ὁμολογία ἀποχῆς δανείου Πασίωνος πρὸς Διονύσιον Κεφαλᾶτος πυροῦ ἀρταβῶν πα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.