no image
DDbDP-text
Quittance de remboursement d’un prêt de blé via HGV-meta
Linked by Trismegistos ID
TM 3102.
Each record below describes this same ancient text from a different angle.
ἔτους , ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος ὁμολογεῖ Δίδυμος Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι μητρὶ αὐτοῦ Δημητρίαι ἀπέχειν παρʼ αὐτῶν τὰς σν ἀρτάβας, τὸ δάνειον ὃ ἐδάνεισεν αὐτοῖς κατὰ συγγραφὴν δανείου τὴν κειμένην διὰ τοῦ ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος ἀγορανομίου τοῦ ζ ἔτους Θῶυθ θ. καὶ μήτʼ αὐτὸν Δίδυμον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπελεύσεσθαι ἐπὶ Διονύσιον καὶ Δημητρίαν μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῶν περὶ τοῦ προκειμένου πυροῦ οὗ ἀπέχει, μηδὲ περὶ μέρους αὐτοῦ, παρευρέσει μηδε μίᾳ· ἐὰν δὲ ἐπέλθῃ, ἥ τʼ ἔφοδος Διδύμωι καὶ τῶι ὑπὲρ αὐτοῦ ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ προσαποτεισάτω Δίδυμος Διονυσίωι καὶ Δημητρίᾳ ἢ τοῖς παρʼ αὐτῶν, καθʼ ὅτι ἂν ἐπέλθῃ, ἐπίτιμον χαλκοῦ τάλαντα ρκε καὶ τὸ βλάβος καὶ μηθὲν ἧσσον ἡ ὁμολογία ἥδε κυρία ἔστω. ὁμολογία Διδύμου πρὸς Διονύσιον καὶ Δημητρίαν ἀποχῆς δανείου πυροῦ ἀρταβῶν σν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.