no image
DDbDP-text
Prêt de blé via HGV-meta
Linked by Trismegistos ID
TM 3113.
Each record below describes this same ancient text from a different angle.
ὁ καὶ ης Κεφαλᾶτος χαίρειν· ὁμολογῶ ἔχειν παρὰ σοῦ πυροῦ στερεοῦ ἀρτάβας ἑβδομήκοντα , ἃς μεμέτρημαι παρὰ σοῦ τόκων ἡμιολίων πυροῦ ἀρτάβαις τριάκοντα πέντε , τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυρῶν ἀρτάβας ε῾κατὸν πέντε , ἃς ἀποτείσω σοι ἢ τοῖς παρὰ σοῦ ἐν τῶι Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος η ἔτους, πυρὸν στερεὸν νέον καθαρὸν ἄδολον μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ καταστήσω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀπο δῶ καθʼ ἃ γέγραπται, ἀποτείσω σοι ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς δισχιλίας , τῆς πράξεως οὔσης καθʼ ἅπερ ἐκ δίκης· ἡ χεὶρ ἥδε κυρία ἔστω παντὶ τῶι ἐπιφέροντι καὶ παντα χῇ ἐπιφερομένη. ἔτους η , ἐν κώμηι Τήνει τοῦ Μωχίτου· ἀναγέγραπται διὰ Θέωνος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.