no image
DDbDP-text
Ἀντιπάτρωι ἀρχισωματοφύλακι καὶ γραμματεῖ συντάξεως παρὰ Νικάνδρου τοῦ Ἰολάου Μακεδόνος τῶν Νεοπτολέμου ἰδιώτου τῶν ἐκ Τιλώθεως. vac. Φιλίππου τοῦ Σωσιβίου τῶν Ἀρόββου συγγενῶν κατοίκων ἱππέων τῶν ἐκ τῆς αὐτῆς περισπῶντός με ἐπ’ Εὐφράνορα τὸν στρατηγὸν δι’ οὗ ἐπιδέδωκεν αὐτῶι ὑπομνήματος ὑπὲρ οὗ ἀντιποιεῖται παρὰ τὸ καλῶς ἔχον μέρους τοῦ ὑπάρχοντός μοι ἱππικοῦ σταθμοῦ ἐν τ ουσησ στουτο ἀπὸ τῶν γραφέντων Εὐφράνορος. ὄντος δὲ τοῦ λόγου περὶ μέρους σταθμοῦ καὶ προσή κοντος διεξαχθῆναι ἐπὶ σοῦ καὶ τοῦ ἱππικοῦ κριτηρίου ἀκολούθως τοῖς περὶ τούτων ὑπάρχουσι προστάγμασι καὶ τοῖς ἄλλοις χρηματισ μοῖς, ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι ὑποτάξαι τοῦ ὑπομνή ματος τὸ ἀντίγραφον τῶι Εὐφράνορι, ἵν’ εἰδὼς περὶ σταθμοῦ ὄντα τὸν λόγον μηθέν μου καταδικάσηι ἀπὸ τοῦ ἐπιδεδομένου αὐτῶι ὑπὸ τοῦ Φιλίππου ὑπομνήματος, συντάξηι δ’ αὐτῶι, εἴ τι νομίζει ἀδικεῖσθαι ὑπό μου, λαμβάνειν τὸ δίκαιον ἐπὶ σοῦ καὶ τοῦ ἱππικοῦ κριτηρίου. τούτου δὲ γενομένου τεύξομαι τῶν εὐγνωμόνων. εὐτύχει γράψον ὡς καθήκει τῶι Εὐφράνορι. ἔτους λγ ἔτους λγ Χοιὰχ α κατέστηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.