no image
DDbDP-text
Petition to the Prefect via HGV-meta
Linked by Trismegistos ID
TM 11980.
Each record below describes this same ancient text from a different angle.
Λουκίωι Οὐαλερίωι Πρόκλωι ἐπάρχωι Αἰγύπτου παρὰ Πτολεμαίου Διοδώρου τοῦ καὶ Διοσκόρου τῶν ἀπὸ τοῦ Ἀρσινοείτου νομοῦ. τῆς ἐμφύτου σου, ἡγεμὼν κύριε, εὐεργεσίας εἰς πάντας φθανούσης καὶ αὐτὸςκαὐτὸς τυχεῖν δέομαι. εἶδός τί ἐστιν ἐν τῷ νομῷ ἐν ἀριθμῷ ἀνδρῶν οἳ καλοῦνται ναυτοκολυμβηταί, οὗτοι δημόσιοι ὄντες καὶ τῇ τῶν ὑδάτων διοικήσει ὑπηρετοῦντες προσμένοντέςπροσμένοντάς τε τοῖς κατὰ καιρὸν αἰγιαλοφύλαξι καὶ κατασπορεῦσι, διὸ καὶ ἀφίονται παντὸς ἐπικεφαλαίουἐπικεφαλείου καὶ πάσης λειτουργίας ἔτι δὲ καὶ ἐκ τοῦ δημοσίου σιτοῦνται καθʼ ὃ οὐκ ἐξὸν αὐτοῖς κα θόλου ἑτέρᾳ τινὶ πραγματείᾳ παρενχειρεῖν. τούτων εἷς τις Ἰσίδωρος Μαρεῖ ἀνὴρ πάνυ τολμήειςτολμήις καὶ αὐθάδης τῷ τρόπῳ διʼ ὑποβλήτων νοθεύων τὰς κυριακὰς μισ θώσεις χάριν τοῦ διασείεινδιασειν καὶ ἀργυρίζεσθαι καθʼ ὃ καὶ ἀποδείξω ἐπὶ τοῦ ῥητοῦ ἐπῆλθενἐπῆλθον καὶ ἐμοὶκἀμοὶ διʼ ἑνὸς τῶν ὑποβλήτων Ἀμμωνίου τινὸς ἐπικαλουμένου Καβοι ἀνδρὸς ἐπιμέμπτου καὶ διὰ τὸ ἀκόσμωςἀκόσμου βιοῖν προγραφέντος τυγχάνοντι οὐσιακῷ μισθωτῇ καὶ ἱκανοὺς φόρους διαγράφοντι εἰς τὸν κυριακὸν λόγον καὶ πρὸς τὴν μίσθωσιν ἱκανὰ ὑπαλλάξαντι οὐκ ἐῶν προσευκαιρεῖν τῇ μισθώσει ἀλλὰ καὶ τοῦ οἴκου ἐκκλείων καὶ ὕβρειςὕβρις παρέχων μέχρι καὶ διέσεισένδιέσισέν με ἀργύριον. ὅθεν ἐπὶ σὲ τὸν πάντων ἀντιλήμπτορα κατέφυγον καὶ ἀξιῶ ἐπειδὴἐπιδὴ ἐπὶ τοῦ παρόντος παρῃτήσω τὴν εἰς τὸν νομὸν εἴσοδον κελεῦσαι γραφῆναι τῷ τῆς Θεμίστου καὶ Πολέμωνος στρατηγῷ διακοῦσαί μου πρὸς αὐτὸν διὰ τὸ τὰς ἀποδείξεις δύνασ θαί με ἐπὶ τῶν τόπων παραστῆσαι ὑπὲρ τοῦ ὑβρίσθαι καὶ διασεσεῖσθαι ἵνα δυνηθῶ ἐν τοῖς εὐτυχεστάτοις τοῦ μεγίστου Αὐτοκράτορος καιροῖς καὶ ἐν τῇ ἐπαφροδίτῳἐπαφροδείτῳ σου ἡγεμονίᾳ ἀνεπηρεάστως ἐν τῇ ἰδίᾳ διαζῆν καὶ ὦ βεβοηθημένος. διευτύχει. Πτολεμαῖος Διοδώρου ἐπιδέδωκα καθὼς πρόκιται. ὁ στρατηγὸς τοῦ νομοῦ τὰ δέοντα ποιήσει. ἀπόδοςἀπόδως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.