no image
DDbDP-text
Petition via HGV-meta
Linked by Trismegistos ID
TM 21128.
Each record below describes this same ancient text from a different angle.
παρὰ Ἀπόλλωνος καὶ Θεογνώστου ωνωτε χειρ διδόναι αὐτοῖς τὸν κλῆρόν μου ἀκέραιονἀκέραιων λειτουργιῶνλειτουργῶν δέκα καὶ πέντε ἀρουρῶν ?, ἐν στέρνοις ἔχων τὸν φόβον τοῦ δικαστηρίου, δέδωκα· καί τινες μετὰ τὸν κλῆρον οὐχ εὑρεθέντες τοῦ κυρίου μου τοῦ προηγησαμένου καὶ ὑπὸ τοῦ λαμπροτάτου δηφήνσορος ἐνέχυρον? διδόναι ἀντὶ τῶν ἀνεθέντων δέδωκα καὶ οὓς μὴ εὗρον δέδωκα· ἀλλὰ Θεόδωρός τις μισθωτὴς τοῦ δημοσίου λογιστηρίου τὸν κληρωθέντα λειτουργὸν καὶ μισθοὺς κομισάμενος παρʼ αὐτοῦ, τοῦτʼ ἔστιν· λειτουργίας αὐτοῦ καὶ χεῖρα ἐμοῦ πρὸς ἀσφάλειαν τοῦ λειτουργοῦ ἐξεδόμην ιαν αὐτοῦ ἀπέλυσεν αὐτὸν καὶ κατέφυγεν ἐπὶ τὴν προστασίαν βουλόμενος ἀπαιτῆσαί με μισθοὺς ὑπὲρ τοῦ κληρωθέντος λειτουργοῦ ν πέπονθα καὶ νόσῳ συσχεθεὶς ἐπὶ ὅλην ὀκτάμηνον οἶδεν καὶ πᾶσαν πλείστηνπλίστην πενίαν μου. διὰ τοῦτο καταφεύγω ἐπὶ τὴν σὴν λαμπρότητα, φιλάνθρωπε τῶν δικαστῶν· οἴκ-τειραί με τὸν μέτριον Ἀπόλλωνος τοῦ ῥιπαρίου καὶ Θεογνώστου τῶν πολιτευ-ομένων ὅπως βοηθήσουσιν μὴ ὀχλεῖσθαι ὑπὸ τοῦ στατιωναρίου ὑπὲρ τοῦ κληρω-θέντος λειτουργοῦ ης, ὅπως ταύτης τῆς εὐεργεσίας ἀπολαύσω. εὐχαριστήσω διὰ παντὸς σοῦ τύχῃ, κύριε. ὑπατείας τοῦ δεσπότου ἡμῶν Ἀρκαδίου αἰωνίου Αὐγούστου τὸ β καὶ Ῥουφίνου τοῦ λαμπροτάτου κόμετος καὶ μαγίστρου Φαῶφι θ. Αὐρήλιος Ὁνώρατος ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.