no image
DDbDP-text
Πολεμαίωι ἰσοτίμωι τοῖς πρώτοις φίλοις καὶ στρατηγῶι παρʼ Ἀλεξάνδρου καὶ τῶν μετόχων ἐκ κώμης Θμοιναυσίρεως. ἀδικού μεθα ὑπὸ Στράτωνος καὶ Ἡρακλείδου ἀμφοτέρων Δράκοντος τῶν Διονυσίου κατοίκων ἱππέων. παραληφθέντων γὰρ ἡμῶν δν ἀντλεῖν ἐν τῶι ἑαυτῶν ἀμπελῶνι περὶ Θμοιναυσῖριν, ἐφʼ ὧι χωρὶς τοῦ μετρήματος δώσουσί τισιν μὲν ἡμῶν οὖσι ε τακτομισ θίαν ἑκάστωι ιε, τοῖς δʼ ἄλλοις δύσι ἑκάστωι ιβ τὰς τε συναγομένας ϙθ καὶ μέτρημα μηνῶν β ἀνὰ β μετρήματα κη καὶ ὀψώνιον μηνῶν γ ἀνὰ δραχμὰς τ δραχμὰς Βω, ὀφείλοντες οὐκ ἀποδιδόασι πλεονάκι ἀπηιτηιμένοι ἡμῶν τὸν ἀντλητὸν ἐκπεπληρωκότων. διὸ ἀξιοῦμεν σὲ μετὰ δεήσεως καὶ αὐτοὶ ὀφείλοντες ἑτέροις μετα πεμψάμενον αὐτοὺς ἐπαναγ κάσαι τὰ δίκαια ἡμῖν ποιῆσαι, ἵνα τύχω μεν μεγίστης βοηθείας. εὐτύχει. προσκαλέσασθαι. ἔτους κη Μεσορὴ ιζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.