no image
DDbDP-text
Διοφάνηι τῶν ὁμοτίμων τοῖς συγγενέσι καὶ στρατηγῶιστρατηιγῶι παρὰ Τρυφ τῶν ἐν τοῖς κατοίκοις ἱππαρχῶν. ἀνόμως καὶ παρὰ πᾶσαν δικαιοσύνην ἈμενῶπιςἈμενονῶπις καὶ ΤαῆσιςΤαήσιος τῶν ἐξ Ἀπιάδος τῆς Θεμίστου μερίδος εἰσβιασάμενοι εἰς τὴν οἰκίαν μου τὴν οὖσαν ἐν τῇ αὐτῇ κώμῃ σὺν Θαυβάστι καὶ τῇ ὑπʼ ἐμοῦ ἐπιτεταγμένῃ Ἐσερχᾶφιευερχαφι δόντες πληγὰς πλείους, τῶν ἐμῶν ἔνδον ὄντων, ὧν τὸ καθʼ ἓν ὑπόκειται, καὶ ἐνκρατεῖς τούτων γενόμενοι, ἐνῳκήκασι οὐδενὸς δικαίου ἀντε χόμενοι τῇ δὲ βίᾳ συνχρώμενοι. ἀξιῶ οὖν σε συνγράψαι ἐπιστρε φέστερον τῶι ἐπιστάτῃ καταστῆσαι αὐτοὺς ἐπὶ σὲ ἵνʼ ἔσομαι τετευχὼςτετευχω τῶν δικαίων παρὰ σοῦ, στρατηγὲ σεμνότατε. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.