no image
DDbDP-text
Petition to Diotimos from Neoptolemos via HGV-meta
Linked by Trismegistos ID
TM 881.
Each record below describes this same ancient text from a different angle.
Διοτίμωι διοικητῆι χαίρειν Νεοπτόλεμος Μακεδὼν τῶν ἐν Φιλαδελφείαι κληρούχων. ἀδικεῖταίἀδικῖταί μου ὁ πατὴρ Στρά τιππος ὑπὸ Θεοκλέους τοῦ οἰκονομήσαντος τὸν Ἀφροδιτοπολίτην νομὸν καὶ Πετοσίριος τοῦ βασιλικοῦ γραμματέως. ἐπιγραφὴν γὰρ ποιούμενοι τοῖς ἀμπελῶσι, ἐκ τριῶν ἐτῶν τὰ γενήματα λαμβά-νοντες, τὸ τρίτον μέρος ἐπέγραφον, τῶι δὲ πατρὶ ἐκ δύο ἐτῶν τὴν ἐπιγραφὴν πεποίηνται, φάμενοι νεόφυτον εἶναι. δέομαι οὖν σου, εἴ σοι δοκεῖ, ἐπισκέψασθαι περὶ τούτων, καὶ ἐὰνκἄν ἦι ταῦτα ἀληθῆ, ἐπειδὴ καὶ τοῖς λοιποῖς ἐκ τριῶν ἐτῶν πεποίηνται τὴν ἐπιγραφήν, δοῦναί μοι πρόσταγμα πρὸς Ἑρμόλαον καὶ Πετοσῖριν αὐτοὺς ὅπως ἂν ἐκ τριῶν ἐτῶν τὴν ἐπιγραφὴν καὶ τῶι πατρὶ ποιήσωνται, εἴτε βούλονται ἀπὸ τοῦ ἐνάτου καὶ εἰκοστοῦ ἔτους τὴν ἀρχὴν ποιούμενοι, εἴτε ἀπὸ τοῦ τρια κοστοῦ ἔτους, ἤδη γὰρ οἰνοποιήκαμεν ἐξ αὐτοῦ ἔτη τέσσαρα , καὶ προσδέξασθαι αὐτῶι τὸ πεπτωκὸς ἐπὶ τράπεζαν ἀργύριον παρὰ τῶν οἰνοκαπήλων οἴνου οὗ ἔλαβον ἐκ τοῦ ἀμπελῶνος, ὅπως ἂν διὰ σὲ τοῦ δικαίου τύχηι. εὐτύχει. Νεοπτόλεμος Διοτίμωι ἔντευξιν περὶ ἀμπελῶνος. υπεSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.