no image
DDbDP-text
Greek petition from Dryton’s daughters via HGV-meta
Linked by Trismegistos ID
TM 284.
Each record below describes this same ancient text from a different angle.
Φομμοῦτι συνγενεῖ καὶ ἐπιστρατήγωι καὶ στρατηγῶιἐπιστρατήιγωι καὶ στρατηιγῶι τῆς Θηβαίδος, παρὰ Ἀπολλωνίας τῆς καὶ Σενμούθεως καὶ Ἀφροδισίαςαπροδισιας τῆς καὶ Ταχράτιος ἀμφοτέρων Δρύτωνος θυγατέρων κατοικουσῶν ἐν Παθύρει. Ὑπάρχοντος ἡμῖν τε καὶ ταῖς ἡμῶν αὐτῶνἑαυτῶν ἀδελφαῖς Ἀριστοῖ τῆι καὶ Σενμώνθει καὶ Νικαρίωι τῆι καὶ Θερμούθει καὶ Ἀπολλωνίαι νεωτέραι τῆι καὶ Σενπελαίαι, μέρους ἡμίσους τῶν πατρικῶν ἐγγαίων ὄντων δ ἔν τε τῶι Περιθήβας καὶ Παθυρίτηι, ὁμοίως δὲ καὶ τῶν οἰκετικῶν σω μάτων, ἐν οἷς καὶ ἐπὶ τοῦ Κόχλακος τῆς Ἀραβίας τοῦ δηλου μένου Παθυρίτου νομοῦ μέρους ἡμίσους ἀπὸ ἐδάφους ἀμπελῶνος ἀρουρῶν β ἡμίσους ἢ ὅσαν ἂν ἦι ἐπὶ τὸ πλεῖον καὶ τοῦ ἀπὸ ἀπηλιώτου αὐτοῦ παραδείσου καὶ φρεάτων καὶ ἐποικίων καὶ ληνῶνος καὶ γῆς χέρσου καὶ ἄλλης γῆς ἐκτὸς φορολογίας καὶ τῶν συνκυ ρόντων πάντων ὧν κεκράτηκεν ὁ πατὴρ ἡμῶν ἐφʼ ὅσον περιῆι χρόνον, ἡμῶν δὲ μετὰ τὴν ἐκείνου τελευτὴν τῶν λοιπῶν κρατουσῶν, Ἀρίστων Ἀθηνοδότου τῶν ἀπὸ Διὸς πόλεως τῆς μεγάλης βιαιότερον ἐμβατεύσας εἰς τὸ δηλούμενον ἔδαφος τοῦ ἀμπελῶνος καὶ εἰς τὰ συνκύροντα τούτωι ἐν τοῖς τῆς ἀμιξίαςἀμειξίας καιροῖς, ἀντιποιεῖται ἀδίκως τοῦ ἐπιβάλλοντος ἡμῖν μέρους ἡμίσους καὶ μέρος τι καταπεφύτευκεν ἀμπέλωι, κατεγνωκὼς τῶι γυναῖκας ἡμᾶς εἶναι καὶ ἑτέρωι τόπωι κατοικούσας μὴ εὐχερῶς δύνασθαι ἐπιβαλεῖν ἐπὶ τὴν σημαινομένην κτῆσιν. Διὸ καταπεφευγυῖαι ἐπὶ σὲ, ἀξιοῦμεν, ἐὰν φαίνηται, μετα πεμψάμενον αὐτὸν ἐπισκέψασθαι καὶ ἐὰν ἦι οἷα γράφομεν ἐπαναγ κάσαι ἐκστῆναι τοῦ διασαφουμένου ἡμῖν μέρους ἡμίσους τοῦ ἐδάφους τοῦ ἀμπε λῶνος καὶ τῶν ἐν αὐτῶι πεφυτευμένων καὶ τῶν προσκυρόντων τόπων καὶ ἐκτεῖσαι ἃ ἀπενήνεκται ἐξ αὐτῶν γενήματα, περὶ δὲ ἧς πεποίηταιπεπόηται βίας, διαλαβεῖν μισοπονήρως, ἵν’ ὦμεν ἀντειλημμέναι. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.