no image
DDbDP-text
Deed of Surety via HGV-meta
Linked by Trismegistos ID
TM 21129.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ δ καὶ Κώνσταντος Αὐγούστου τὸ γ. Αὐρηλίῳ Δημέᾳ Δημέου πραιποσίτῳ ζ πάγου Ἑρμοπολίτου παρὰ Αὐρηλίων Ἁτρῆτος Πάμωνος μητρὸς Ἑλένης καὶ Παμούνιος Ὥρου μητρὸς Τναφερσόϊτος καὶ Ῥούφου Προ οῦτος ὑπογράφοντος καὶ Πετοβάστιος ΠαθερμουθίουΠαθτερμουθίου μητρὸς Λουσίας καὶ Λεῦτος Φέϋτος μητρὸς Τινουτίας καὶ Σνε οῦτος Ἀχιλλᾶτος μητρὸς Ῥίας τῶν πάντων ἀπὸ κώ μης Βουσίρεως. ὁμολογοῦμεν ὀμνύντες τὴν θείαν τύχην τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Αὐγούστων ἑκουσίως καὶ αὐ θαιρέτως ἐγγεγυῆσθαι τοὺς ἐγγεγραμ μένους δημοσίους προβληθέντας ὑπὸ τῶν ἀπὸ τῆς κώμης εἰς τὰς ἐγγεγραμμένας χρείας, οὓς καὶ παραστήσομεν παραμένοντας καὶ ἐξυπηρετουμένους τῇ ἐγχειρισθείσῃ ἑκάστῳ δημοσίᾳ χρείᾳ. ἐὰν δέ τις αὐτῶν λιποτακτήσῃ καὶ μὴ παραστήσομεν, ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστησόμεθα ἢ ἔνοχοι εἴημεν τῷ ἁγίῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. εἰσὶ δέ· Σιλβανὸς Πετερεῦτος κώμαρχος, Λεῦς Ἠλία ἀπαιτητὴς ἀννώνης. ὑπατείας τῆς αὐτῆς Ἐπεὶφ κϛ. Αὐρήλιος Ῥοῦφος ὀμώμοκα καὶ παραστήσω ὡς πρόκειται. οἱ ἄλλοι οἱ καὶ προκείμενοι ὀμώμεθα καὶ παραστήσομεν ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.