no image
DDbDP-text
Nomina di operai per le miniere di ’Alabastrine’ via HGV-meta
Linked by Trismegistos ID
TM 23537.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Ὠριγένει στρατηγῷ Ἑρμοπολείτου παρὰ Αὐρηλίων Παήσιος Στεφάνου μητρὸς Α καὶ Σιλβανοῦ Πακύμιος μητρὸς Ἑλένης ἀμφοτέ ρων κωμαρχῶν κώμης Σενομβώ. ἀναδίδο μεν καὶ προσαγγέλλομεν τοὺς ἑξῆς ἐγγεγραμμένους ἐργάτας ἀπελευσομένους εἰς τὸ κατὰ Ἀλαβαστρίνην μέταλλον πρὸς ἄμειψιν τῶν ἐκεῖσε προαποσταλέντων ἐργατῶν ὄντας εὐθέτους καὶ ἐπιτηδείους κιν δύνῳ ἡμῶν καὶ πάντων τῶν ἀπὸ τῆς κώμης ἐξ ἀλληλεγγύης. εἰσὶ δέ· Αὐρήλιοι Εὖτις Σιλβανοῦ Ιτ Τασυτίος οὕσπερ ἐγγυώμεθα καὶ παραστήσομεν ἀμέμ πτως ἀποπληροῦντας τὴν ἐγχειρισθεῖσαν αὐτοῖς ἐργατείας χρείαν καὶ μὴ ἀπολιμπανομένους τῶν ἐκεῖσε ἄχρι κελεύσεως ἤτοι ἀμείψεως. ἐὰν δὲ ἀφυστερήσωσι καὶ μὴ παραστήσωμεν ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτῶν λόγον ὑπομενοῦμεν. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους ιζ καὶ ἔτους ιϛ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ἐνάτου τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ὑπατείαςὑπατείας Φλαυίου Ποστουμίου ΤιτιανοῦΤιτιανοῦ τὸ β καὶ ΟὐιρίουΟ Νεπωτιανοῦ. Μεσορὴ ἐπιδεδώκαμεν. Αὐρήλιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτῶν φασκόντων μὴ εἰδέναι γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.