no image
DDbDP-text
Reçu délivré à un épimélète via HGV-meta
Linked by Trismegistos ID
TM 17557.
Each record below describes this same ancient text from a different angle.
τοῖς τὸ μετὰ τὴν ὑπατείανὑπατίαν Φλαυίου Βασιλίου τοῦ λαμπροτάτου Μεχεὶρ ιθ ἰνδικτίονος ιβ τῷ θαυμασιωτάτῳ κυρίῳκυρῳ ἐπιμελητῇ τοῦ δημοσίου λογιστηρίου ταύτης τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος Βίκτωρ, ταβουλάριος τοῦ ὀξέως δρόμου, υἱὸς Φοιβάμμωνος μητρὸς Μαρίας, ἑξῆς ὑπογράφων ἰδίοις γράμμασιν, ἀπὸ τῆς αὐτῆς πόλεως, χαίρειν. ὁμολογῶ εἰληφέναι καὶ πεπληρῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος τὰ τέσσερα νομίσματα νόμισμα παρὰ κεράτια πέντε ἰδιωτικῷ ζυγῷ τὰ διδόμενά μοι παρὰ σοῦ κατʼ ἔτος λόγῳ μισθοῦ ἡμετέρου ὑπὲρ τῶν δύο ἐργασιῶν, βαφέων τε καὶ ταπηταρίων, ὧν ἑξῆς ἐποιησάμην καὶ ἣν ποιοῦμαι χρείαν τοῦ ταβουλαρίου τοῦ ὀξέως δρόμου καὶ ὑπὲρ τῆς παρούσης δωδεκάτης ἰνδικτίονος ἤτοι ἕως πέμπτης τοῦ Ἐπεὶφ μηνὸς τῆς αὐτῆς παρούσης δωδεκάτης ἰνδικτίονος ιβ ἰνδικτίονος ερ κ, καὶ πρὸς σὴν ἀσφάλειαν ταύτην σοι πεποίημαι τὴν πληρωτικὴν ἀπόδειξιν, ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Βίκτωρ υἱὸςὑὸς Φοιβάμ μωνος ὁ προγεγραμμένοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.