no image
DDbDP-text
Receipt for the Salary of a ὑδροπάροχος via HGV-meta
Linked by Trismegistos ID
TM 16569.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κζ τοῖς τὸ ιβ μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουίου ΒασιλείουΒασιλίου τοῦ λαμπροτάτου Ἐπεὶφ κβ ἰνδικτίονος αβ ἐν ὈξυρυγχιτῶνὈξυρύγχων πόλει. Φλαουίᾳ Γαβριηλίᾳ τῇ ἐνδοξοτάτῃ καὶ ὑπερφυεστάτῃ πατρικίᾳ λαχούσῃ τὴν λογιστείαν καὶ προεδρίαν καὶ πατερίαν ταύτης τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως ὑπὲρ οἴκου τοῦ τῆς περιβλέπτου μνήμης Τιμαγένους ἐπὶ τῆς εὐτυχοῦς λογιστείαςλογιστίας δευτέρας ἰνδικτίονος διὰ σοῦ τοῦ αἰδεσίμου Χριστοφόρου τοῦ αὐτῆς διαδόχου Αὐρήλιος Τιμόθεος ὑδροπάροχος τοῦ δημοσίου λουτροῦ τῆς αὐτῆς πόλεως υἱὸς Παύλου. ὁμολογῶ ἐσχηκέναι παρὰ τῆς ὑμῶν ἐνδοξότητος ἐντεῦθεν ἤδη ἀπὸ λόγου τοῦ ἐμοῦ μισθοῦ ὑπὲρ τῆς πρώτης δόσεως τῆς εὐτυχοῦς λογιστείαςλογιστίας δευτέρας ἰνδικτίονος χρυσοῦ νομισμάτια δύο ἰδιωτικῷ ζυγῷ τῷ καὶ διὰ τοῦ θαυμασιωτάτου Ἰωάννου ζυγοστάτου αὐτῆς γίνεται χρυσοῦ νομισμάτια β ἰδιωτικῷ ζυγῷ καὶ πρὸς ἀσφάλειαν τῆς ὑμῶν ἐνδοξότητος ταύτην αὐτῇ πεποίημαι τὴν ἀπόδειξιν ἥτις κυρία ἐστὶνοὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Τιμόθεος υἱὸς Παύλου ὁ προγεγραμμένος πεποίημαι τήνδε τὴν ἀπόδειξιν δεξάμενος τὰ αὐτὰ δύο νομίσματα ἰδιωτικῷ ζυγῷ λόγῳ τοῦ ἐμοῦ μισθοῦ πρώτης δόσεως λογιστείαςλογιστίας δευτέρας ἰνδικτίονος καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. μης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος di emu iustu diakonu eteliothe ἀπόδειξις γενομένηγεναμένη παρὰ Τιμοθέου ὑδροπαρόχου υἱοῦ Παύλου ὑπὲρ μισθοῦ χρυσοῦ νομισματίων β ἰδιωτικῷ ζυγῷSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.