no image
DDbDP-text
Loan of Money on Security via HGV-meta
Linked by Trismegistos ID
TM 22027.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου ΤιβερίουΤιβερίου Νέου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ζ, ὑπατείαςὑπατίας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους γ, Θὼθ ἰνδικτίονος ιε. τῷ αἰδεσίμῳ Ἐπιμάχῳ ἐπικειμένῳ τοῦ θείου οἴκου υἱῷ τοῦ τῆς μακαρίας μνήμης Ἰούστου ἀπὸ ταύτης τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως, Ἁρεώτης πρεσβύτερος τῆς ἁγίας ἐκκλησίας υἱὸς Φὶβ μητρὸς Ἐρεβέκκας ὁρμώμενος ἀπὸ κτήματος Ἀπὲλ τοῦ Ὀξυρυγχίτου νομοῦ χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ τῆς σῆς αἰδεσιμότητος ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου εἰς ἀναγκαίας μου χρείας χρυσοῦ νομισμάτια τρία ἰδιωτικῷ ζυγῷ νομιτευόμενα, γίνεται χρυσοῦ νομισμάτια γ ἰδιωτικῷ ζυγῷ, καὶ ταῦτα ὁμολογῶ παρασχεῖν τῇ σῇ αἰδεσιμότητι ἐν τρισὶ καταβολαῖς οὕτως, τῷ μὲν Ἁθὺρ μηνὶ τοῦ ἐνεστῶτος ἔτους σνη σκζ τῆς παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος χρυσοῦ νομισμάτιον ἕν, τῷ δὲ Ἁθὺρ μηνὶ τῆς εἰσιούσης πρώτης ἐπινεμήσεως ἕτερον χρυσοῦ νομισμάτιον ἕν, καὶ ἐν τῷ Ἁθὺρ μηνὶ τῆς μελλούσης δευτέρας ἐπινεμήσεως τὸ ὑπόλοιπον ἓν νομισμάτιον, ἀνυπολόγως, εἰ δὲ ἀγνώμονήσωἀγνώμονα ποιήσω περὶ τὴν ἀπόδοσιν τῆς πρώτης ἢ δευτέρας ἢ τρίτηςτρίτη καταβολῆς, ἐπὶ τῷ τὴν σὴν αἰδεσιμότητα κατασχεῖν καὶ νέμεσθαι τὸ διαφέρον μοι ἰδιόκτητον γονικόν μου ἡμιαρούριον τυγχάνον ἐν μηχανῇ καλουμένῃ κυλλῆς διωσι ἐν τῷ αὐτῷ μου κτήματι ἐκ βορρᾶ τοῦ λάκκου μετὰ τῆς ἀναλογίαςἀντιλογίας τοῦ αὐτοῦ λάκκου καὶ παντὸς δικαίου καὶ ἐξ αὐτοῦ τὸ ἱκανὸν τοῦ αὐτοῦ χρέους περιποιῆσαι κινδύνῳ τῶν ἐμοὶ ὑπαρχόντων ὑποκειμένων εἰς τοῦτο. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἁρεώτης πρεσβύτερος υἱὸς Φὶβ ὁ προγεγραμμένος πεποίημαι τοῦτο τὸ γραμμάτιον τῶν τριῶν νομισμάτων κατὰ τὴν ἀνωτέραν διήγησινὁμολόγησιν, καὶ συμφωνεῖ μοι πάντα τὰ ἐγγε γραμμένα ὡς πρόκειται. Δ ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu γραμμάτιον Ἁρεώτου πρεσβυτέρου υἱοῦ Φὶβ ἀπὸ κτήματος Ἀπὲλ χρυσοῦ νομισματίων γ ἰδιωτικῷ ζυγῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.