no image
DDbDP-text
Loan of Wheat for Seed via HGV-meta
Linked by Trismegistos ID
TM 22160.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κζ, τοῖς τὸ ιβ μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουΐου ΒασιλείουΒασιλίου τοῦ λαμπροτάτου, Χοίακ β, ἰνδικτίωνος β, ἐν Ὀξυρύγχων πόλει. Φλαουΐῳ Διοσκόρῳ τῷ ἐλλογιμωτάτῳ σχολαστικῷ καὶ συνηγόρῳ φόρου τῆς μεγίστης ἀγορᾶς τῆς τῶν ὑπερλάμπρων καὶ ἐξοχωτάτωνἐξωχοτάτωνἐξοχωτάτων ἐπάρχων τῶν ἱερῶν πραιτωρίων, υἱῷ τοῦ τῆς ἐνδόξου μνήμης Μαρκελλίνου, γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ σοῦ τοῦ αἰδεσίμου Στεφάνου τοῦ αὐτῆς διοικητοῦ, Αὐρήλιος Βίκτωρ υἱὸς Πέτρου μητρὸς Ἄννιδος ὁρμώμενος ἀπὸ ἐποικίου Λικηοῦτος τοῦ Ὀξυρυγχίτου νομοῦ κτήματος καὶ τῆς ὑμῶν παιδεύσεως ἐναπόγραφος αὐτῆς γεωργὸς χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ τῆς ὑμῶν παιδεύσεως ἐν χρήσει ἀπὸ γενήματος τῆς παρούσης δευτέρας ἰνδικτίωνος εἰς σπερμοβολίαν τῶν ὑπʼ ἐμὲ γεουχικῶν ἀρουρῶν, καρπῶν τῆς τρίτης ἐπινεμήσεως, σίτου ἀρτάβας τέσσαρας τὰς καὶ δοθείσας μοι διὰ τοῦ αὐτοῦ αἰδεσίμου Στεφάνου, γίνονται σίτου ἀρτάβαι δ, καὶ ταύτας ὁμολογῶ παρασχεῖν αὐτῇ καθαρὰς κεκοσκινευμένας μέτρῳ ᾧ καὶ παρείληφα καὶ ἐπάναγκες ἀποδώσω αὐτῇ μετὰ καὶ τοῦ φορικοῦ μου φόρου ἐν τῷ Παῦνι μηνὶ δευτέρας ἰνδικτίωνος, καρπῶν τρίτης, κινδύνῳ τῶν ἐμοὶ ὑπαρχόντων. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Βίκτωρ υἱὸς οι ως γραμμάτιον Βίκτορος υἱοῦ Πέτρου ἀπὸ ἐποικίου Λικηοῦτος σίτου ἀρταβῶν δ λόγῳ σπερμοβολίας β ἰνδικτίωνος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.