no image
DDbDP-text
Pétition pour le remboursement d’un prêt via HGV-meta
Linked by Trismegistos ID
TM 11240.
Each record below describes this same ancient text from a different angle.
Μαξίμῳ τῷ καὶ Νεάρχῳ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτιος τοῦ Στοτοήτιος ἀπὸ κώμης Σοκνοπαίου Νήσου. ὁ προγεγραμμένος μου πατὴρ Στοτοῆτις, ὁπότε περιῆν, ἐδάνεισε Στοτοήτι καὶ Πεκύσει ἀμφοτέροις Πακύσιος κα τὰ χειρόγραφον γεγονὸς τῷ ιη ἔτει Θεοῦ Ἁδριανοῦ μηνὶ Ἐπεὶφ ἀργυρίου δραχμὰς χιλίαςχειλίας πεντακοσίας . ἀναστραφέντος δέ μου περὶ τὴν τούτων ἀπαίτησιν διὰ τὸ μήτε τόκους μήτε ἐκ τοῦ κεφαλαίου τι αὐτοὺς καταβε βληκέναι, ἕνεκα τοῦ τὸν ἕνα τῶν δύο χρεωστῶν Στοτοῆτιν τετελευτηκέναι καὶ τὸν Πεκῦ σιν καταφρονεῖν μου τῆς ἡλικίας, ἐπὶ σὲ κατέφυγον καὶ ἀξιῶ, ἐάν σοι δόξῃ, μεταπέμ ψασθαι τὸν Πεκῦσιν, ἵνα δυνηθῶ ἐκ τῆς σῆς βοηθείας κομίσασθαι τὸ ἴδιον καὶ ἀπὸ αὐτῶν διατρέφεσθαι, ἕνεκα τοῦ καὶ εἶναί με καμηλοτρόφον. ἔτους θ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Παχὼν η.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.