no image
DDbDP-text
Petition to a Strategos via HGV-meta
Linked by Trismegistos ID
TM 10291.
Each record below describes this same ancient text from a different angle.
Οὐεγέτῳ τῷ καὶ Σαραπίωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτιος τοῦ Ὡρίωνος καὶ Πανούπιος τοῦ Τεσενούφεως τῶν ἀπὸ κώμης Σοκνοπαίου Νήσου. Ὡρίων τις κατελθὼν εἰς τὴν ἡμε τέραν κώμην προέτρεψεν ἡμᾶς ἀνελθεῖν εἰς τὴν μητρόπολιν καὶ ἀγοράσαι παρὰ τοῦ πατρὸς αὐτοῦ Στοτῆτις ἐπικαλουμένου Μικροῦ πυρόν, καὶ λαβὼν παρʼ ἡμῶν ἀργυρίου δραχμὰς τριακοσίας ὡς εἰς τὴν τοῦ πυροῦ τιμὴντιμη ὥστε δῶναι τῷ πατρὶ αὐτοῦ ἀφανὴς ἐγένετο, βαστά ξας μου καὶ χείλωμα ἐν ᾧ νέα ζωνή· προσελθόντων δὲ ἡμῶν τῷ πατρὶ αὐτοῦ περὶ τοῦ πυροῦ ἠρνήσατο μήτε ἀργύριον εἰλη φέναι μήτε εἰδέναι ποῦ ἐστὶν ὁ υἱὸς αὐτοῦ. διὸ ἀξιοῦμεν μέ νειν παρὰ σοὶ ἐν καταχωρισμῶι τοῦτο τὸ ὑπόμνημα πρὸς τὸ αὐ τόν τε παραστῆναι καὶ ἀχθῆναι καὶ τὸν πατέρα αὐτοῦ ἐπὶ σὲ ὅπως τύχωμεντύχομεν τῶν ἀπὸ σοῦ δικαίων. Στοτοῆτις ἐτῶν κη οὐλὴ μήλῳ ἀριστερῷ Πανοῦπις ἐτῶν κϛ ἄσημος ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαῶφι κδSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.