no image
DDbDP-text
Sale of Confiscated Property via HGV-meta
Linked by Trismegistos ID
TM 10118.
Each record below describes this same ancient text from a different angle.
Ἁρποκρατίωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ταουήτιος Στοτοήτεως τοῦ Πακύσεως ἱερείης ἀπὸ κώμης Σοκνοπαίου Νήσου μετὰ κυρίου τοῦ ἀνδρὸς Στοτοήτεως Ἀγχώφεως τοῦ Πανεφρέμμεως. βούλομαι ὠνήσασθαι ἐκ τῶν εἰς πρᾶσιν ὑπερκειμένων τῆς διοικήσεως περὶ τὴν προκειμένην κώμην πρότε ρον Ἀγχορίμφεως πρεσβυτέρου Πανεχώτου τοῦ Πακύσεως ἀνθʼ οὗἀνθες Στοτοήτεως Πανεφρέμμεως τοῦ Παβοῦτος τρίτον μέρος οἰκίας καὶ αὐλῆς καὶ ἐλαιουργίου ἀργοῦ κα θεστῶτος καὶ μὴ οἰκουμένου, γείτονεςγίτονες καθὼς διὰ τῆς τοῦ ὁρισμοῦ πορείας δηλοῦται νότου καὶ λιβὸς οἰκόπεδα Εὐνοί δια λεγόμενα βορρᾶ Ταουήτεως Πακύσεως οἰκία ἀπηλιώτου ῥύμη βασιλικὴ, τιμῆς τῶν τῆς συντιμήσεως ἀργυρίου δραχμῶν ἑκατὸν εἴκοσι καὶ τῶν ἑπομένων, ἐφʼ ᾧ κυρωθεῖσα διαγράψω ἐπὶ τὴν δημοσίαν τράπεζαν, μενεῖ δέ μοι ἡ τούτων κράτησις καὶ κυρεία ἀναφαίρετος ἐπὶ τὸν ἀεὶ χρόνον, ἐὰν φαίνηται κυρῶσαι· ἐὰν δὲ μὴ κυρωθῶ οὐ κατασχε θήσομαι τῇ ὑποσχέσει. Ταουῆτις Ἀπύγχεως ἐτῶν λγ ἄσημος. ἔτους Αὐρηλίου Κομόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Θὼθ η.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.