no image
DDbDP-text
Sale of a Camel via HGV-meta
Linked by Trismegistos ID
TM 10092.
Each record below describes this same ancient text from a different angle.
ἔτους εἰκοστοῦ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων μηνὸς Δύστρου Τῦβι λ, ἐν Πτολεμαίδι Εὐεργέ τιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Θασῆς Ἀγχώφεως ὡς ἐτῶν λε εὔσημος ὀφθαλμὸν δεξιὸν μετὰ κυρίου τοῦ ἀνδρὸς Στοτοήτεως τοῦ Στοτο ήτεως ὡς ἐτῶν ν οὐλὴ πήχειπήχι δεξιῷ Στοτοήτι Ἀγχώ φεως ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ μήλῳ ἀρισ τερῷ, πάντες ἀπὸ κώμης Σοκνοπαίου Νή σου πεπρακέναι τὴν Θασῆν τῷ Στοτοήτι ἀφʼ ὧν ἔχει ἐν ἀπογραφῇ ἐπὶ τῆς κώμης καμήλων ἓξ κάμηλον ἕνα , καὶ ἀπέχεινἀπέχιν τὴν τιμὴντειμὴν ἀργυρίου δραχμὰς τακοσίας, τῆς βεβαιώσεως αὐτῇ ἐξακολουθούσης, καὶ εἶναι ἀνάγκην Στοτο ήτι ἀπογράφεσθαι τῇ τῶν θρεμμάτων ἀπογραφῇ. Στοτοῆτις ἐπιγέγραμμαιἐπιγέγραμμε κύριοςκῦρις. Θασῆς Ἀγχώφεως μετὰ κυρίου τοῦ ἀν δρὸς Στοτοήτεως τοῦ ΣτοτοήτεωςΣτοήτεως πέπρα κα καὶ ἀπέχω παρὰ Στοτοήτεως Ἀγχώ φεως δραχμὰς κοσίας ὡς πρόκειται. Ταρ ς Δ ἔγραψα ὑπὲρ αὐτῆς Θασῆτος ἀγραμμάτου, αὐτοῦ Στοτότεως βραδέα γράφοντος. ἔτους κ Τῦβι λ. stampSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.