no image
DDbDP-text
Application for Lease of a Monopoly via HGV-meta
Linked by Trismegistos ID
TM 10003.
Each record below describes this same ancient text from a different angle.
Θέωνι ἐπιτηρητῇ νομοῦ και παρὰ Στοτοήτιος Ἁρπαγάθου τοῦ Πακύσεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως ἐπιχωρηθῆναι εἰς ἔτη ἀπὸ μηνὸς Τῦβι τοῦ ἐνεστῶτος πέμπτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου αιου ευψ καὶ τελέσειν εἰς τὸν τῆς ὠνῆς λόγον φόρον ἀργυρίου δραχμὰς ς ὀβολοὺς ἑξήκοντα ς ες καταομης ἕως ἐπι χωρήσῃς καὶ πλους κατʼ ἔτος δραχμὰς ὀκτὼ ἀνυπολόγους καὶ ἀκινδύνους, ὧν καὶ τὴν διαγραφὴν ποιήσομαι κατὰ μῆνα τὸ αἱροῦν ἐξ ἴσου, τῶν εἰς ἑτέρους λόγους εἰς διοίκησιν τελουμένων ὄντων πρὸς ἐμὲ τὸν Στοτοῆτιν. οὐκ ἔξεσται δέ μοι ἔχειν κοι νωνὸν οὐδὲ μίσθιον γενόμενον ὑποτελῆ, ἐξουσίας σοι οὔσης καὶ ἑτέροις ἐπιχωρήσεις διαδοῦναι, ἐὰν φαίνηται ἐπιχωρῆσαι. Θέων διὰ Θέωνος ἔσχον τούτου τὸ ἴσον. ἔτους ε Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Φαῶφι ιβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.