no image
DDbDP-text
Proposition de bail de terre via HGV-meta
Linked by Trismegistos ID
TM 10281.
Each record below describes this same ancient text from a different angle.
Στοτοῆτις Πακύσεως ἱερεὺς ἀπὸ κώμης Σοκνοπαίου Νήσου. παρὰ Αὐρηλίου Τρύφωνος Σαραπίωνος ἀπὸ κώμης Ἡρακλείας. βούλομαι μισθῶσθαι παρὰ σοῦ τὸ ὕπαρχόν σοι περὶ κώμην Ἡρά κλειαν τῆς Θεσμίστου κλήρου κατοικικοῦ ἀρούρας πέντε , ἐν μιᾷ σφραγῖδι, εἰς ἔτη δύο ἀπὸ τοῦ εἰσιόντοςἰσιόντος ἔτους, ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος πυροῦ ἀρτάβας δέ κα ὀκτώ . τὸ μὲν ἐκφόριον ἀποδώσω ἐν μηνὶ Παῦνι μέτρωι Ἀρητίωνος ἐφʼ ἅλῳ· τῶν δημοσίων πάντων ὄντων πρὸς τὸν Στοτοῆτιν, χωρὶς φορέτρωνφολέτρων καὶ μετὰ τὸν χρόνον παραδώσω τὸν κλῆρον ἀρούρας δύο ἀπὸ ἀναπαύματος λαχανοσπέρ μου, τὰς λοιπὰς ἀρούρας τρεῖςτρῖς ἀπὸ καλάμης καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου. Τρύφων ὡς ἐτῶν κε ἄσημος ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.