no image
DDbDP-text
Plainte pour escroquerie via HGV-meta
Linked by Trismegistos ID
TM 11223.
Each record below describes this same ancient text from a different angle.
Οὐεγέτωι τῶι καὶ Σαραπίωνι στρατηγῶι Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτιος τοῦ Ὡρίωνος καὶ Πανούπιος τοῦ Τεσενούφεως τῶν ἀπὸ κώμης Σοκνοπαίου Νήσου. Ὡρίων τις κατελθὼν εἰς τὴν ἡμετέραν κώμην προ ετρέψατο ἡμᾶς ἀνελθεῖν εἰς τὴν μητρόπολιν καὶ ἀγοράσαι πα ρὰ τοῦ πατρὸς αὐτοῦ Στοτοήτιος ἐπικαλουμένου Μικροῦ μικα πυρόν, καὶ λαβὼν παρʼ ἡ μῶν ἀργυρίου δραχμὰς τρια κοσίας εἰς τὴν τοῦ πυροῦ τι μὴν ὡς δοῦναιδῶναι τῷ πατρὶ αὐ τοῦ, ἀφανὴς ἐγένετο. προσελ θόντων δὲ ἡμῶν τῷ πα τρὶ αὐτοῦ περὶ τοῦ πυροῦ, καὶ αὐ τὸς ἔξαρνος ἐγένετο μήτε τὸ ἀργύριον εἰληφέναι μήτε εἰδέ ναι ποῦ ἐστιν ὁ υἱὸς αὐτοῦ. διὸ ἀ ξιοῦμεν μένειν παρὰ σοὶ ἐν καταχωρισμῶι τὸ ὑπόμνη μα ἄχρι οὗ ὁ Ὡρίων ἐμφανὴς γένηται καὶ ἀχθῆναι τὸν πατέρα αὐτοῦ πρὸς τὸ παραστῆσαι αὐτόν ἵνʼ ὦμεν ὑπὸ σοῦ βεβοηθήμενοι. Στοτοῆτις ἐτῶν κη οὐλὴ μήλῳ ἀριστερῷἀριστερῷ Πανούπιος ἐτῶν κε ἄσημος ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ, Φαῶφι κδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.