no image
DDbDP-text
Contrat de vente de graines de légumes avec paiement anticipé via HGV-meta
Linked by Trismegistos ID
TM 11248.
Each record below describes this same ancient text from a different angle.
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, μηνὸς Ἀπελλαί ου ι Φαῶφι ι ἐν Διονυσιάδι τῇ πρὸς τοῖς χαλκωρυχείοις τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Στοτοῆτις δεύτερος Στοτοήτιος τοῦ Στοτοήτιος μητρὸς Τα φιώμιος, ἀπὸ κώμης Σοκνοπαίου Νήσου Ἡρακλείδου μερίδος, Πέρσης τῆς ἐπιγονῆς, ὡς ἐτῶν τριάκοντα , ἄση μος, Φλαουίᾳ Διοκλείᾳ, διὰ Διδύμου τοῦ Μάρωνος φρον τιστοῦ, ὡς ἐτῶν ἑξήκοντα δύο , οὐλὴ δακτύλῳ δευτέρῳ χειρὸς δεξιᾶς, ἔχειν τὸν ὁμολογοῦντα Στοτοῆτιν παρὰ τοῦ Διδύμου ἐκ τοῦ τῆς Φλαουίας Διοκλείας λόγου κεφαλαίου ἀργυρίου δραχμὰς τετρακοσίας τριάκον τα δύο εἰς τειμὴν λαχανοσπέρμου τῆς ἐσομένης τειμῆς ἐν Διονυσιάδι τῷ Ἁθὺρ μηνὶ τοῦ ἐνεστῶτος πέμπτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. τὸ δὲ λαχανόσπερμον ἀποδότω ὁ Στοτοῆτις τῷ Δι δύμῳ ἢ τῇ Φλαουίᾳ Διοκλείᾳ ἐν τῷ αὐτῷ μη νὶ Ἁθὺρ τοῦ αὐτοῦ ἐνεστῶτος πέμπτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἄνευ πάσης ὑπερ θέσεως καὶ εὑρησιλογίας, τῆς πράξεως οὔσης τῷ Διδύμῳ ἢ τῇ Φλαουίᾳ Διοκλείᾳ ἔκ τε τοῦ Στοτο ήτιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. Στοτοῆτις Στοτοήτιος μητρὸς Ταφιώμιος, ὁμολογῶ ἔχειν παρὰ τοῦ Διδύμου ἐκ τοῦ τῆς Φλαυίας ΔιοκλείαςΔιοκρίας λόγου ἀργυρίου δραχμὰς τετρακοσίας τριάκοντα δύο , εἰς τιμὴν λαχα νοσπέρματος ἐσομένης τιμῆςτιμῖς, καὶ ἀποδώσωἀποδωσο νουμηνίᾳ Ἁθὺρ τοῦ ἐνεστῶτος πέμπτου ἔτους, ὡς πρό κειται, Διδύμῳ Μάρωνος φροντιστῇ τῆς Φλαυίας Διοκλείας γυς καὶ ἀποδώσω καθὼς πρόκειται. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς. Φαῶφι ι. ὑπὲρ αὐτοῦ γράμ ματα μὴ εἰδότος ἔγραψαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.