no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 11687.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Σεβαστοῦ ιϛ Θὼθ ιϛ ἐν Ἡρακλείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ· ὁμολογεῖ Ἀπολλώνιος Κάστορος τοῦ Σαμβᾶ ἀπὸ ἀμφόδου Βιθυνῶν ἄλλων τόπων Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λβ οὐλὴ δακτύλῳ πρώτῳπρότῳ χειρὸς ἀριστερᾶς Στοτοῆτι Ὥρου τοῦ Πανεφρέμμεως ἱερεῖ ὡς ἐτῶν λα οὐλὴ δακτύλῳ δευτέρῳ χειρὸς δεξιᾶς ἔχεινἔχιν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα παραχρῆμα διὰ χει ρὸς χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δρα χμὰς διακοσίας καὶ πυροῦ ἐν γένει νεοῦ καθα ροῦ ἀδόλου ἀρτάβας δεκαπέντε μέτρῳ δρό μῳ τετραχοινίκῳ ὧν καὶ τὴν ἀπόδοσινἀπόδωσιν ποι ησάσθω ὁ ὁμολογῶν τῷ Στοτοήτει ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως γεινομένης τῆς πράξεως τῷ Στοτοήτει ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθά περ ἐκἐγ δίκης Ἀπολλώνιος Κάστορος ἔχω παρὰ τοῦ Στοτοήτιος τὰς προκιμένας ἀργυρίου δραχμὰς διακοσίας καὶ πυροῦ ἀρτάβας δεκαπέντε καὶ ἀποδώσωἀποδόσω ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους καθὼς πρόκιται. Ἄλκιμος γραμματεὺς τοῦ προκιμένου γραφείου ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα ἐντέτακται διὰ τοῦ ἐν Ἡρακλείᾳ γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.