no image
DDbDP-text
Plainte d’une femme contre son gendre via HGV-meta
Linked by Trismegistos ID
TM 23604.
Each record below describes this same ancient text from a different angle.
Μινικίωι Κορελλιανῶι τῶι κρατίστωι ἐπιστρατηγῶι παρὰ Τετῆτος Τρύφωνος τῶν ἀπὸ Ἑρμοῦ πόλεως τῆς μεγάλης. Διόσκορος Ἑρμαίου ἀνὴρ τῆς θυγατρός μου Τιεῦτος ἑκά στοτέ σοι κατʼ ἐπιδημίαν παρενοχλῶν καὶ κατεν τυγχάνων μου ἀνεπέμφθη ὑπὸ σοῦ πρός μοιμε ἐπὶ Διό σκορον Μουσαίου κριτὴν τῷ θ ἔτει Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, ὃς διαλαβὼν περὶ τῶν ἀμφισβητουμένωνἀμφιζβητουμένων ἡμῖνἡμεῖν ἀπεφήνατο φυλάσσων ὅσα ἐθέμεθα ἀλλήλοις γράμματα. ἐπεὶ δὲ μετὰ τὴν κρίσιν τῇ αὐτῇ αὐθαδείᾳαὐθαδίᾳ χρώμενος ὁ Διόσκορος, καταφρονῶν μου τῆς χηρεί ας, τὰ ὑπάρχοντά μου ἀλόγως διεμίσθωσε γεωργοῖς καὶ τῶν μὲν ἐκἐγ μέρους ἐκφόρια ἔλαβεν τοῦ θ ἔτους, τῶν δὲ παρακατέσχον διὰ στρατηγοῦ παρὰ γεωργοῖς ἄχρι κρίσεως, παραγγελείς τε ὁ Διόσκορος διὰ στρατηγικοῦ μαχαιροφόρου ἥκειν ἐπὶ τὴν αὐτοῦ διάγνωσιν ἀπελεί φθη, ἀξιῶ σε τὸν εὐεργέτην, ἐάν σοι δόξῃ, ποιῆσαι τὰ δέον τα πρὸς αὐτὸν καὶ πέρας ἐπιθεῖναι τοῖς κακουργήμασι πρὸς τὸ μὴ ἔτι ὕστερόν με ἐπηρεάζεσθαι, ἵνʼ ὦ εὐεργετη μένη. διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.