no image
DDbDP-text
Reçu pour une vente de terrain via HGV-meta
Linked by Trismegistos ID
TM 132.
Each record below describes this same ancient text from a different angle.
ἔτους η Μεχεὶρ β, ἐπὶ Σώσου ἀγορανόμου. ὁμολογεῖ Ἁρκοννῆσις Φιγήριος Πέρσης τῶν μισθοφόρων ἱππέων ὁμολογῶ ἔχειν παρὰ Ναομσήσιος τῆς Σπεμμίνιος εἰς λύτρα τετάρτης μερίδος γῆς ἠπείρου σιτοφόρου ἐν τῆι κάτω τοπαρ χίαι τοῦ Λατοπολίτου, ἣν ἐωνήσατο ἐκἐγ βασιλικοῦ ἐν τῶι ε ἔτει πρὸς τὰ ταύτης ἐκφό ρια, καὶ λαβὼν τὴν εἰθισμένην διαγραφὴν ἐπικεχωρηκέναι ταύτηι τὴν ἑαυτοῦἑαυτης δ μερίδα, ὃς καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου ἀνωμολο γήσατο ἀπέχειν καὶ μὴ ἐπικαλεῖν Ναομσήσει μηδʼ ἄλλωι μηθενὶ περὶ τῆς τετάρτης μερίδος τῆς γῆς· εἰ δὲ μή, ἥ τʼ ἔ φοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω, καὶ προσαποτισάτω ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα ε καὶ ἱερὰς τοῖς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρ, καὶ μηθὲν δʼ ἧσσον ἐπά ναγκον αὐτῷ ἔστω ποιεῖν κατὰ τὰ προγεγραμμένα. Ἀμμώνιος ὁ παρὰ Σώσου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.