no image
DDbDP-text
Loan of Wheat via HGV-meta
Linked by Trismegistos ID
TM 121.
Each record below describes this same ancient text from a different angle.
ἔτους ε Φαῶφι γ, ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἐδάνεισεν Ναομσῆσις Σπεμμίνιος Περσίνη Θαήσει Ἁρσιήσιος Περσίνῃ πυρῶν ἀρτάβας δέκα ἄτοκα. τὸ δὲ δάνειον τοῦτο ἀποδότω ἡ δεδανεισμένη Θαῆσις Ναομσήσει ἐν μηνὶ Παχὼν τοῦ ε ἔτους πυρὸν νεόν καθαρὸν ἀποκαθεσταμένον εἰς οἶκον πρὸς αὐτὴν τοῖς ἰδίοις ἀνηλώμασιν μέτρῳ ὧι καὶ παρείληφεν. ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῷ ὡρισμένῳ χρόνῳ ἀποτεισάτω παραχρῆμα ἡμιόλιον τὴν ἐσομένην ἐν τῆι ἀγορᾷἀγορας τιμήν, ἡ δὲ πρᾶξις ἔστω Ναομσήσει ἐκ τῆς δεδανεισμένης Θαήσιος καὶ ἐκ τῶν ὑπαρ χόντων αὐτῇ, πρασσούσῃπρασσοντι καθάπερ ἐκἐγ δίκης. ἀπόδοσις ε ἔτους, δάνειον Θαήσιος πυρῶν ι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.