no image
DDbDP-text
Loan of Wheat via HGV-meta
Linked by Trismegistos ID
TM 122.
Each record below describes this same ancient text from a different angle.
ἔτους ε Ἁθὺρ , ἐν Παθύρει ἐφʼ Ἡ λιοδώρου ἀγορανόμου. ἐδάνεισεν Ναμεσῆσις Σπεμμίνιος Περσίνη Πατσεοῦτι Σαλῆτος Πέρσῃ τῆς ἐπιγονῆς πυροῦ ἀρτάβας δέκα δύο ἄτοκα. τὸ δὲ δάνειον τοῦτο ἀποδότωἀποδότωι ὁ δεδανεισμένος Ναμεσήσει ἐνἐμ μηνὶ Παχὼν αλ τοῦ αὐτοῦ ἔτους πυρὸν νέον καθαρὸν ἄδολον μέτρῳ ὧι καὶ παρ είληφεν ἀποκαθεσταμένον εἰς οἶκον πρὸς αὐτὴν ἰδίοις ἀνηλώμασι. ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι ἀποτεισάτω παραχρῆμα ἡμιόλιον τὴν ἐσομένην ἐν τῆι ἀγοραῖ τιμήν, ἡ δὲ πρᾶξις ἔστωἔστωι Ναμεσήσει ἐκ τοῦ Πατσεοῦτος καὶ ἐκ τῶν ὑπαρχόν των αὐτῶι πάντων καθάπερ ἐκἐγ δίκης. Ἡλιόδωρος κεχρημάτικα. Ναμοσῆσις Πατσεοῦτι Σαλῆτος, πυροῦ ἀρτάβαι ιβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.