no image
DDbDP-text
La convention du doc. 6 menée à terme via HGV-meta
Linked by Trismegistos ID
TM 133.
Each record below describes this same ancient text from a different angle.
ἔτους η Μεχεὶρ β ἐν Παθύρει ἐπὶ Σώσου ἀγορανόμου. ὁμολογεῖ Ἁρκοννῆσις Φιγήριος Πέρσης τῶν μισθο φόρων ἱππέων ἔχειν παρὰ Ναομσήσιος τῆς Σπεμμίνιος εἰς λύτρα τετάρτηςτεταρτην μερίδος γῆς ἠπείρου σιτοφόρου ἐν τῇ κάτω τοπαρχίᾳ τοῦ Λατοπολίτου, ἣν ἐωνήσατο ἐκἐγ βασιλικοῦ ἐν τῷ πέμπτωι ἔτει πρὸς τὰ τῆς γῆς ἐκφόρια λαβὼν τὴν εἰθισμένηνἰθισμένην διαγραφήν. ὁ Ἁρκοννῆσις ἐπικεχώρηκεν ταύτῃ τὴν τετάρτην μερίδα πρὸς πυροῦυρου ἀρτάβας δέκα τρεῖςτρῖς 𐅵· ὃς καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου ἀνωμολογήσατο ἀπέχειν τὴν τι μὴν τῆς τετάρτηςτεταρτου μερίδος καὶ μὴ ἐπικαλεῖν ΝαομσήσειΝαομσήσι μηδʼ ἄλλῳἀλλο μηδενὶ ὑπὲρ αὐτῆς· ὃς δʼ ἂν ἐπέλθῃ, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτεισάτω ἐπί τιμον παραχρῆμα χαλκοῦ τάλαντα πέντε καὶ ἱερὰς τοῖς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ἑκατὸν καὶ μηδὲνμηθὲν ἧσσον ἐπάναγκον ἔστω ποιεῖν αὐτοῖς κατὰ τὰ προγεγραμμένα. Ἀμμώνιος ὁ παρὰ Σώσου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.